Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα, κ. τ. ἑ. Ὁ ὅλον (83) τὸν ἑαυτοῦ αἰῶνα καὶ τὴν ἐνταῦθα κάμνων, εἰς τέλος τὴν ἀληθινὴν ζήσεται ζωὴν. [*]((81) Ἄνθρωπος οὐ δώσει, etc. Catens Corderii.) [*]((82) Ἐπασορηακῶς, etc. Cade coislinianu.) [*]((83) Ὁ ἐφʼ ὅλον, etc. Catena Cordert.)

1445
ὀψόμενος καταφθοράν. Ἡνίκα ἂν ἀποθνήσκωσιν οἱ σοφοὶ, καὶ ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται.

θοῦ αὐτοῦ. Ὁ κοπιῶν (84) διὰ τῆς πρακτικῆς, ζήσεται εἰς τέλος διὰ τῆς γνώσεως. Καθαψάμενος τῶν ἀμετανοήτων, τρέπεται καὶ ἐπὶ τοὺς μετανοοῦντας, καὶ παρηγορεῖ τὸν κόπον τῆ, μετανοίας ταῖς ἐλπίσι τοῦ μέλλοντος. Ἐκοπίασε, φησὶν, ἐνταῦθα μετανοῶν, καὶ τὸ λοιπὸν ζήσεται διὰ παντός. Τοῦτο γὰρ σημαίνει τὸ « εἰς τέλος. » Ζωὴν δὲ λέγει τὴν κυρίως τὴν ἄπονον. Ἡ γὰρ ἐνταῦθα καταχρηστικῶς. Τέλος δὲ νοήσεις τὸν μέλλοντα αἰῶνα, ὅστις ἐστὶ τέλος τοῦ παρόντος. Τοῦτο ὁ μὲν Σύμμαχος οὕτω φησίν· « Ἀναπαυσάμενος τῷ αἰῶνι τούτῳ, ζῶν εἰς αἰῶνα διατελέσει· » ὁ δὲ Ἀκύλας· « Καὶ ἀνεπαύσατο εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς νῖκος. » Ὁ γὰρ ἐνταῦθα ἐπίπονον κτησάμενος βίον καὶ ἔγκοπον, οὗτος τῆς ἐπηγγελμένης ζωῆς κατὰ τὸν μέλλοντα αἰῶνα ὰξιωθήσεται, οὐκ ὀψόμενος καταφθορὰν, ἡνίκα ἂν ἀποθνήσκωσιν οἱ σοφοί.

Ὅτι οὐκ ὅψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας, ἐπιτοαυτὸ ἄφρων καὶ ἄνους ἀπολοῦντα, κ. τ. ἑ. Ὀψόμεθα τοὺς σοφοὺς τοῦ (85) κόσμου τούτου ἐν τῷ αἰῶνι τῷ μέλλοντι στερηθέντας τῆς ζωῆς τῆς εἰπούσης· « Ἐγώ εἰμι ἡ ζωή. » Τίνες δὲ οὗτοι οἱ ἀποθνήσκοντες σοφοὶ, ἢ περὶ ὧν λέλεκται· « Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, » ἀφʼ ὧν ἔκρυψεν ὁ Θεὸς τὰ μυστήρια ἃ νηπίοις ἀπεκάλυψε; Λέγει δὲ σοφοὺς τοὺς πανούργους κατὰ τὸ, « Σοφοί εἰσι τοῦ κακοποιῆσαι, » καὶ τοὺς μαθητὰς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου· ὧν τὸν θάνατον οὐκ ὅψεται ὁ λυτρωθεὶς ὑπὸ τοῦ εὐδοκήσαντος διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Ὁ πεπληροφορημένος περὶ τῆς μελλούσης κρίσεως, ὅταν ἴδῃ τοὺς σοφοὺς ἀποθνήσκοντας, οὐ νομίσῃ τὸ γινόμενον καταφθορὰν ὁμοῦ ψυχῆς τε καὶ σώματος, ὡς ἐκεῖνοι ζῶντες τὸν θάνατον ὡρίζοντο, ἀλλὰ μετοικίαν εἰς κόσμον ἔτερον.

Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα, κ. τ. ἑ. « Οἱ τοῖς τάφοις (86) κεκονιαμένοις ὅμοιοι γέμοντες ὀστέων νεκρῶν, καὶ πάσης ἀκαθαρσίας, » τούτους αἰτιᾶται ὁ Σωτήρ· καὶ τοὺς οἰκοδομοῦντας τάφους, εἰ καὶ προφητῶν· καὶ τοὺς κοσμοῦντας μνημεῖα, εἰ καὶ δικαίων· οὐκ ἐπιτρέπει μαθητῇ θάπτειν νεκρὸν, εἰ καὶ πατρός. Καὶ ἐν τῷ Ἡσαΐᾳ· « Τί, φησὶν, ᾠκοδόμησας σεαυτῷ μνῆμα, καὶ ἐλατόμησας σεαυτῷ μνημεῖον; » Καὶ οἱ ἐν τοῖς μνημείοις, ἐὰν ἀκούσωσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. ζήσουσιν. Ἐπὶ τῶν γαιῶν δέ ἐστι τὰ ὀνόματα ἄνου καὶ ἄφρονος.

Τυῦ αὐτοῦ Τάφος νοῦ (87) ἀκάθαρτος ψυχή· τάφος δὲ ψυχῆς σῶμα. « Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν. » Οὐκ ἀπὸ ἀρετῶν ὀνομάζονται, ἀλλʼ ἀπὸ γηΐνων πραγμάτων. Οὐ γὰρ δίκαιοι [*](13 Joan. Xν, 6. 14 Cor. I,19. Jerem. ν, 22.) [*]((84) Ὁ κοπιῶν, etc. Schedæ Grabii.) [*]((85) Ὀψόμεθα τοὺς σοφούς, etc. Eædem schedæ et partim Catena Barb.)

1448
καὶ σώφρονες λέγονται, ἀλλὰ ῥήτορες, καὶ γραμματικοὶ, καὶ φιλόσοφοι, καὶ τρίβουνοι, καὶ κόμητες.

Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, κ. τ. ἑ. Ὁ μὴ συνιεὶς (88) ἄνθρωπος ἐν τιμῇ ὤν ἑαυτὸν παρασυνεβλήθη τοῖς κτήνεσι, καὶ ὡμοιώθη αὐτοῖς, ἕσθ ὅτε καὶ τοῖς τούτων διαφέρουσιν. Ἑκάστῳ δἰ ὧν πράττει ὁμοιοῦται τῷ τινι ἑαυτόν. Καλὸν δὲ τὸ ὁμοιοῦσθαι Θεῷ. « Αὕτη ἡ ὀδὸς αὐτῶν σκάνδαλον αὐτοῖς· » ἄφρονος δηλαδὴ καὶ ἄνου ἡ ὁδός. καὶ Χριστὸς σκάνδαλόν ἐστι, πέτρα ῶν σνανδά. « Ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν. » Τὸ χρηστὸν οἷμαι δηλοῦσθαι τέλος ἄφρονος καὶ ἄνου.

Καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν, κ. τ. ἑ. Ἐλπὶς ἀγαθὴ (89) τὸ μετὰ ταῦτα αὐτοὺς εὐδοκῆσαι.