Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὡς πρόδατα ἐν ᾅδῃ ἔθεντο· θανατὸς ποιμανεῖ αὐτοὺς, κ. τ. ἑ. Θάνατος ποιμανεῖ (90) τὸν ἄφρονα καὶ τὸν ἄνουν· ἢ μᾶλλον τὸν μὴ συνιέντα ἄνθρωπον τὴν ἑαυτοῦ τιμήν. Σαφῶς δὲ ὁ εἰπὼν, « Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, » καὶ ταῦτα λέγει τὸ, « Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου, » καὶ τὰ ἐξῆς.

Τοῦ αὐτοῦ. Ἀγγέλους μὲν (91) ποιμαίνει ζωὴ. ἀνθρώπους δὲ θάνατος καὶ ζωὴ, δαίμονας δὲ μόνον θάνατος. « Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ. » Ἔσονται γὰρ ἐπάνω πέντε πόλεων, καὶ δέκα πόλεων οἱ εὐθεῖς, ἐν τῷ μέλλοντι. Καὶ Σολομὼν δὲ ἐν Παροιμίαις τὸ αὐτὸ τοῦτό φησι· « Σπεύδει γὰρ πλουτεῖν ἀνὴρ βάσκανος, καὶ οὐκ οἶδεν, ὅτι ἐλεήμων κρατήσει αὐτοῦ. »

Μὴ φόβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, κ. τ. ἑ. Τοῖς τοῦτον (92) πλουτοῦσιν οὐαί· οὐ γὰρ λήψεταί τις ἀποθνήσκων αὐτόν. « Οὐδὲ συγκαταβήσεται αὐτῷ δόξα τοῦ οἴκου αὐτοῦ. » Ταύτην ζητοῦσι τὴν δόξαν οἱ μὴ πιστεύοντες, οὐ συγκαταβησομένην αὐτοῖς. Ὁ ἀποθνήσκων οὐ λήψεται τὴν πληθυνομένην δόξαν τοῦ οἴκου αὐτοῦ· ἀλλὰ καὶ τῷ μὲν ἀναβαίνοντι ἐναρέτῳ συναναβήσεται ἡ δόξα αὐτοῦ, ἤγουν ἡ ἀρετή· τῷ δὲ καταβαίνοντι συγκαταβήσεται. Καὶ τοῦ ἁγίου δὲ ψυχὴ ἐν τῇ ζωῇ αὐτοῦ, ἥτις ἐστὶν ὁ Χριστὸς, εὐλογηθήσεται. Ὅστις ἅγιος τῷ Θεῷ ἐξομολογήσεται, ἀγαθοποιοῦντι αὐτόν.

Καὶ ἄνθρωπος ἐν τιμῇ ῶν, κ. τ. ἑ. Ἐπαπορητέον ὁ ἐν τιμῇ (93) ὢν ἄνθρωπος καὶ μὴ συνιεὶς ποίας ἐστὶ φύσεως. Εἰ μὲν τῆς πνευματικῆς, πῶ ὁμοιοῦται τοῖς κτήνεσιν; Εἰ δὲ τῆς χοικῆς, πῶς ἐν τιμῇ ἐστιν; Εἰ δὲ τῆς ψυχικῆς, ἐὰν οὗτος ἧ ἐν τιμῇ. ὁ πνευματικὸς ἐν τίνι;

Θεὸς θεῶν Κύριος ἐλάλησε, κ. τ. ἑ. « Ὁ Θεὸς τῶν θεῶν (94) » διὰ Χριστοῦ « λαλήσας, ἐκάλεσε τὴν [*](19 Petr. 11, 8. 20 Psal. xv, 10. Psal. XLVIII, 16. 22 Prov. XXVIII, 22.) [*]((92) Τοῖς τοῦτον, etc. Catena Corderii.) [*]((93) Ἐπαπορητέον ό ἐν τιμῇ, etc. Catena Corderii.) [*]((94) Ὁ Θεὸς τῶν θεῶν, etc. Catena Corderii.)

1449
γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· » ἀπὸ ἀνατολῶν τὸν Ἰσραὴλ, δυσμῶν δὲ τοὺς δυσγενεστάτους.

Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος, κ. τ. ἑ. Εἴπερ εὐπρέπεια (95) καὶ ὡραιότης Κυρίου ἡ σοφία ἐστίν· αὕτη ἐν τῇ Σιών ἐστιν. Οὗτος ἐφʼ οὗ τῇ γενέσει λέγομεν· Ἐμμανουήλ ἐμφανῶς ἦλθε, καὶ οὐ παρασιωπᾷ, ἀλλὰ λέγει δἰ ὧν θέλει, ἐπεὶ Θεὸς ἡμῶν ἐστι. Νῦν μὲν, φησὶν, « οὐ παρασιωπήσεται· ἐξῆς δὲ, « ταῦτα ἐποίησας, καὶ ἐσίγησα. Πῦρ ἐνώπιον αὐτοῦ. » —. « Πῦρ γὰρ, φησὶν, ἦλθον βαλεἴν ἐπὶ τὴν γῆν. » Καὶ ἐν τῷ Δανιήλ· « Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. » Πῦρ δὲ καὶ καταιγὶς ἐπὶ τοὺς μὴ προσέχοντας αὐτοῦ τῇ ἐπιφανείᾳ καὶ τῷ Λόγῳ, ὃς ἥξει ἐκ τῆς ἐπουρανίου Σιὼν, ἰσοσθενὴς ὢν τῷ Πατρί· οὐράνιος γὰρ ἦν Θεὸς, καὶ ὅτε ἦλθεν ἐμφανῶς, ἤτοι ὅτε γέγονε σάρξ. Τότε γὰρ ὁρατὸς γέγονεν ἐλθὼν, οὐ παρασιωπήσεται, ἀλλὰ τοῦ κόσμου ἐλέγξει τὴν ἁμαρτίαν, ἥγουν τὴν βούλησιν ἀναγγελεῖ τοῦ Πατρός. Καλεῖται γὰρ « μεγάλης βουλῆς ἄγγελος. Τὸ δὲ πῦρ τὸ φῶς σημαίνει τὸ ἐξ αὐτοῦ· τῆς γὰρ γνώσεως τοῦ Χριστοῦ τὸ διὰ πίστεως νοητὸν φῶς ἡγεῖται. Νοήσεις δὲ καὶ οὕτω· Ἐν ἐξουσίᾳ καὶ δυνάμει θεότητος ὢν, καίπερ γεγονὼς ἐν σαρκὶ, καθάπερ τι πῦρ καὶ καταιγὶς προσέβαλε τοῖς ἀντικειμένοις αὐτῷ διαβόλῳ καὶ δαίμοσιν.

Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, κοὶ οὐ παρασιωπήσεται, κ. τ. ἑ. Ὁ Θεὸς ἡμῶν (96) ἐμφανῶς ἥξει· Θεὸς δὲ ἡμῶν ὁ Χριστός ἐστι· Χριστὸς ἐμφανῶς ἥξει.