Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Μέγας Κύριος, παὶ αἱνετὸς σφόδρα, κ. τ. ἑ. Οπου θεωρεῖται (66) ἡ μεγαλειότης τοῦ Κυρίου, ἐκεῖ μάλιστα μέγας καὶ αἰνετός ἐστιν ὁ Κύριος τῇ πόλει τοῦ Θεοῦ ὑπὸ τῶν πολιτογραφηθέντων ἐν αὐτῇ. Ἐὰν ἄρα τῇ πόλει τοῦ Θεοῦ μάλιστα μέγας [*](6 I. Thess. Iv, 15. 7 Jacob. m, 13.) [*]((59) Ἔδωκεν ἡμῖν , cte. Codex Coislinianus, sctedæ Grabi et catena Barbari.) [*]((60) Ὥσπερ ὁ Κύριος. etc. Catena Corderii.) [*]((61) Ἐκατέρως τῷ Θεῷ, etc. Eadem Catena.) [*]((62) Τῷ κατὰ Θεόν, etc. Schedæ Grabii.) [*]((63) Θρόνος μὲν Θεοῦ, cte. Codex Coislinianus.)

1440
καὶ αἰνετός ἐστιν ὁ Κύριος, καὶ τί δὲ ἅλλο ἃν ὄρος ἅγιον Κυρίου εὖ ῥιζῶν ἀγαλλίαμα, οὐ μόνο. μέρους τῆς γῆς, ἀλλὰ καὶ πάσης αὐτῆς, ἢ ὁ Χριστὸς, ἐῤῥιζωμένος ἐν τῷ Πατρὶ, ἐφʼ ᾧ ἐπιδημήαν ἠγαλλιάσατο πᾶσα ἡ γῆ, διὰ τὰς ἁπανταχῆ σνστάσας ἐπὶ τῷ ὀνόματι αὐτοῦ Ἐκκλησίας τοῦ Θεαῦς Μήποτε οὐκ ἔστιν « εὖ ῥιζῶν,» (ἀδιανόητον γὰρ τοῦτο·) ἀλλὰ « εὐρίζῳ, » οἱονεὶ καλὴν ῥίζαν ἔχονπι καταλλήλως τῷ κλάδῳ.

Εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς, ὁρ Σιὼν τὰ πλευρὰ τοῦ Βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου, κ. τ. ἑ. Εὔριζον ἀγαλλίαμά (67) ἐστιν ὁ Χριστός. « Τὸ ἀγαλλίαμα γάρ μου, φη, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με.» Ῥίζα δὲ αὐτοῦ ὁ Θεὸς Λόγος ὁ ἐν αὐτῷ.

Τοῦ αὐτοῦ. Τὰ ὅρη Σιὼν (68). τὰ πλευρὰ τσῦ Βοῤῥᾶ, πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως. Κατὰ τοῦτο δύναται ἐν τῷ Εὐαγγελίῳ εἰρῆσθαι, Ἱεροσόλυμα εἷναι τοῦ μεγάλου βασιλέως, ὡς ἐνθάδε· Ὅρη Σιὼν. τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ. μεγάλου. Ὥσπερ δὲ μέγας ἱερεὺς λέγεται πρὸς ἀντιδιαστολὴν τοῦ ὑπʼ αὐτὸν ἱερατεύματος, οὕτω καὶ μέγας βασιλεύς· βασιλεὺς γάρ ἐστι βασιλευόντων.

Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν, κ. τ. ἑ. Ἵνα ταυτὸ (69) εἴπωσι πάντες, καὶ μὴ ἧ ἐν αὐτοῖς σχίσματα.

Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θάρσις. κ. τ. ἑ. Θάρσεις, θαλάσσης (70). Λέγεται δὲ Θάρσεις μέρος Αἰθιοπίας· καὶ Ταρσὸς ἡ πόλις παρὰ Ἰωνῇ Θαρσεῖς καλεῖται.

Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν, ἐτ πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῖ ἡμῶν, κ. τ. ἑ. Ἔξω μὲν τῆς πόλεως (71) ἠκούσαμεν εἴδομεν γενόμενοι ἐν τῇ πόλει, ἃ πρότερον ἠκηαόαμεν. Καὶ γενόμενοι ἐν μέσῳ τοῦ ναοῦ σου, ὑπελάβομεν τὸ ὄνομά σου ἐν τῇ Χριστοῦ παρουσίᾳἈξίως τοῦ ὀνόματος τοῦ Θεοῦ γέγονεν ἡ αἴνεσις αὐτῶν.

Τοῦ αὐτοῦ. Ὅσα διὰ τῆς πίστεως (72) ἀκούομεπερὶ Θεοῦ, ταῦτα διὰ τοῦ καθαροῦ βίου γινώσκομε τῶν πεπιστευμένων τὰς ἀποδείξεις διὰ τῆς ἀπαθεία λαμβάνοντες.

Δικαιοσύνης πλήρης ἡ δεξιά σου, κ. τ. ἑ. Ὁ Χριστός ἐστιν (73) ἡ δεξιὰ τοῦ Θεοῦ, πεπληρωμέας δικαιοσύνης. Διὸ « καὶ ἐκ τοῦ πληρώματος αὐτοῦἡμεῖς πάντες ἐλάβομεν. »

Εὐφρανθήτω ὅρος Σιών, κ. τ. ἑ. Εὐφραίνηταιτὸ Σιὼν (74) ὄρος, καὶ ἀγαλλιῶσιν αἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων τοῦ Θεοῦ, τῷ θεω ρεἴν αὐτῶν τοὺς λόγους, καὶ κατὰ τοὺς λόγους ἔργαΚαὶ [*]((71) Ἔξω μέν τῆς πόλεωο, etc. Catena Corderii.) [*]((72) Ὅσα διὰ τῆς πίστεως, etc. Codex Coislinianus, schedæ Grabii et Catena Barbari.) [*]((73) Ὁ Χρστός ἐστιν, etc. Schedæ Gabii, codex Coislinianus et Catena Barbari.) [*]((74) Εὐφραίνηται τὸ Σιών, etc. Catena corderii.)

1441
οἱ νοήσαντες τὴν Σιὼν κυκλοῦσιν αὐτὴν, καὶ περιλαμβάνουσιν αὐτήν· καὶ ἀναβάντες ἐπὶ τοὺς πύργους αὐτῆς, διηγοῦνται ἄνωθεν τοἴς μηδέπω δυνηθεῖσιν ἀναβῆναι ἐπὶ τοὺς πύργους αὐτὴς, λέγοντες· Θέσθε τὰς καρδίας ὑμῶν, ἵνα κατανοῆτε τὴν δύναμιν αὐτοῦ, καὶ ἕκαστος διʼ ὧν πράττει πολιτευόμενος ἀξίαν τὴν μνήμην λάβῃ τῆς κατὰ διαιρέσεως τῆς πόλεως. Ἤ καὶ οὕτως· Τῆς γνώμης τῆς ἐκκλησιαστικῆς σκοπευτικῆς οὔσης τῆς ἀληθείας, καὶ διὰ τοῦτο Σιὼν καλουμένης, περιληπτέον αὐτῆς ἐν διανοία τὰ δόγματα. Ἐπιστημονικῶς τοίνυν κατανοήσαντες τὴν ταύτης διδασκαλίαν, διαιρετικῶς ἔκαστον ἐξετάζετε. Βάρεις γὰρ αὐτῆς αἱ καθʼ ἕκαστον θεωρίαι, ἐν αἷς οἰκεῖ τῆς εὐσεβείας τὰ δόγματα. Καὶ ἐπεὶ ἡ προτέρα γενεὰ, ἡ τὴν πόλιν καὶ τὴν δύναμιν αὐτῆς παραλαβοῦσα, πονηρὰ ἠλέγχθη, ἐπιστήσαντες τῇ δυνάμει τῆς πόλεως, καὶ καταδιελόντες τὰς βάρεις αὐτῆς, γνώσεσθε τὰ περὶ τῆς κλήσεως τῶν ἀγίων, ἥτις ἐστὶν ἑτέρα γενεὰ παρὰ τὴν προτέραν· εἵπερ καὶ διηγήσεσθε, ὅτι οὗτός ἐστιν ὁ Θεὸς, ὁ τὰ προειρημένα παράδοξα ποήσας, ἀποδαλὼν τὴν προτέραν γενεὰν, αἰώνιος ὢν, καὶ ἀεὶ ὡσαύτως ἔχων. Καὶ αὐτὸς ποιμανεῖ ἡμᾶς κατὰ τό· Στήσεται καὶ ὅψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐ- τοῦ ἐν ἰσχύῖ Κύριος.

Καὶ κταέλεσθε τὰς βάρεις αὐτῆς, κ. τ. ἑ Ταῦτα πληροῦνται (75) ἐπὶ τῶν μαθητῶν μεριζομένων τὴν οἰκουμένην, ἐσὶ τῷ διηγήσασθαι, ὅτι Χριστός ἐστιν ὁ Θεὸς ἡμῶν ὁ ποιμαίνων ἡμᾶς.