Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπαρισταμένους ἡμῖν, κ. τ. ἑ. Κεκεράτηνται οἱ ἅγιοι (12) τῷ Θεῷ, ὅς κέρας ἐστὶν αὐτῶν. Ἀλλὰ καὶ «κέρας σωτηρίας ἤγειρεν ἡμῖν,» φησὶ Ζαχαρίας. Καὶ μόνον λέγοντες τὸ ὄνομά σου, ἰσχύσομεν, φησὶ, πρὸς τὸ ἐξουδενῶσαι.

Τοῦ αὐτοῦ. Κέρας ψυχῆς νοῦς καθαρὸς (15), καὶ διὰ μὲν τῆς πρακτικῆς τοὺς ἐχθροὺς κερατίζει, διὰ δὲ τῆς γνώσεως τοὺς ἐπανισταμένους αὐτῷ καὶ ἀ τικειμένους τῇ πνευματικῇ θεωρίᾳ ἐξουθενεῖ.

Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν, κ. τ. ἑ. Ὁ μὲν μακάριος ἐπαινεῖται (14) ὅλην τὴν ἡμέραν ἐν τῷ Θεῷ, τὴν ἑαυτοῦ δηλονότι ζωὴν, ἦτις συνέστηκεν ἀπὸ ἀπαθε ίας καὶ γνώσεως Θεοῦ· ὁ δὲ ἐπαινούμενος ἐπὶ μέσῃ τέχνῃ, ὡς κατορθῶν αὐτὴν, ἢ ἐπὶ τῇ ἐν αἱρετικοῖς προκοπῇ, ἢ ἄλλης τινὸς ψευδολογίας λόγοις, οὐχ ὡς μακάριος ἐπαινεθήσεται. τάχα δὲ οὐδὲ ὅλην τὴν ἡμέραν.

Ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω, κ. τ. ἑ. Ἔμπροσθεν ἡμῶν (15) λέγονται εἶναι αἱ ἀρεταὶ, ὄπισθεν δὲ αἱ κακίαι· διὸ προστασσόμεθα φεύγειν μὲν τὴν πορνείαν, τὴν δὲ φιλοξενίαν διώκειν.

[*]((13) Κέρας ψυχῆς νοῦς καθαρός, etc. Scheδæ Crabii, codex Coshnianus et Catena Barbari.)[*]((14) Ὁ μέν μακάριος ἐπαινεῖται, etc. Schedæ Crabti, et Catena Barbari.)[*]((15) Ἔμπροσθεν ἡμῶν, etc. Codex Coislinianus, schedæ Grabii et Catena Barbari.)
1425

Ἔδωκας ὴμᾶς ὡς πρόβατα βρώσεως, κ. τ. ἑ. Οὐ γὰρ πάντα (16) τὰ πρόβατα βρώσεώς εἰσιν. Ἐπεὶ δὲ ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, « ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾿ ἡμᾶς, ἄρα ζῶντας ἄν κατέπιον ἡμᾶς. » Ἀπωθεῖται δὲ ὁ Θεὸς ἀφʼ ἑαυτοῦ οὐ πάντοτε διʼ ἁμαρτίας, ἀλλὰ καὶ διʼ ἄλλας ἂς οἶδεν αἰτίας. Οὐ πᾶς δὲ εἰς τὰ ὀπίσω ἀποστρεφόμενος ψεκτῶς ὑφίσταται τοῦτο, ἀλλʼ εἴ τις φυγὼν τὰ κακὰ, πρὸς αὐτὰ πάλιν ὑποστρέφειν ἐθέλοι. Εἰ δέ τις, τὴν Σιὼν καταλείψας, τουτέστι τὴν ἀρετὴν, ἐπείγοιτο πρὸς τὴν κακίαν, Βαβυλῶνα καλουμένην, ἀποστρεφόμενος εἰς τὰ ὀπίσω, μακάριον ἀναδέχεται πρᾶγμα. Οἱ δὲ νῦν λέγοντες, ἐπεὶ παρὰ τοῖς ἐχθροῖς γεγόνασιν ἀποστραφέντες, εἰς τὰ ὀπίσω ψεκτῶς περιέπεσον.

Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, κ. τ. ἑ. Ταῖς γὰρ ἁμαρτίαις (17) ἐπράθημεν, ἀφʼ ὧν ἡμᾶς Χριστὸς ἐξηγόρασεν.

Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, κ. τ. ἑ. Οἱ γειτνιῶντα (18) δόγματα ἔχοντες, γείτονες· οἱ δὲ ὅλλοι κύκλῳ. « Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν, (ο γὰρ ἀπὸ τῶν ἐθνῶν, ὡς παραβολὴν ἔχουσι τὸν Ἰσραὴλ, καὶ ὡς ἐν παραβολῇ λύσιν ζητοῦσι περὶ τῶν κατʼ αὐτούς·) καὶ κίνησιν κεφαλῆς, » τουτέστι Χριστοῦ. Ἐκεῖνοι γεγόνασιν « ἐν τοῖς λαοῖς. »

Καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, κ. τ. ἑ. Ἑαυτοὺς μὲν (19) αἰσχυνόμεθα κατὰ διάνοιαν ἁμαρτάνοντες· τοὺς δὲ ἀνθρώπους κατʼ ἐνέργειαν πλημμελοῦντες.

Ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντες, κ. τ. ἑ. Τοῦτο λεκτέον (20) πρὸς τοὺς ἐν διωγμοῖς λπομείναντας.

Καὶ οὐκ ἠδικήσαμεν ἐν Διαθήκῃ σου, κ. τ. ἑ. Ὁ ἁμαρτάνων (21) εἰδὼς, ἀδικεῖ ἐν Διαθήκῃ Θεοῦ.