Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Κρῖνόν με, ό Θεὸς, καὶ δέκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὀσίου, κ, τ. ἑ. Καὶ ὁ Χριστὸς κριθῆναι ἀξιοῖ ἀπὸ Θεοῦ· πρὸς ὃν οἶμαι τὸ, Νν κήσεις ἐν τῷ κρίνεσθαί σε. » Ὁ ἐφʼ ἑαυτῷ θσῤῥῶκαὶ πεπεισμένος ἠδικημένος μηδέποτε ἐαυτὸν ὲαδι· κηκέναι, ἀλλὰ τόπον τῇ ὀργῇ δεδωκέναι, ταῦταρὶ « Ἐξ ἔθνους οὐχ ὁσίου, » καὶ τὰ ἑξῆς. Εὶ μὲν ὁ Σωτὴρ λέγει, ἔθνος οὐχ ὅσιον Ἰουδαῖοι· εἰ δὲ ὁ δίκαιος, περὶ ἀντικειμένων λέγει δυνάμεων. Ῥύεται δέ ὁ Θεὸς ἀπὸ ἀνδρὸς ἀδίκου καὶ δολίου, ὅτε οὐ βλάπτεταί τις ὑπʼ αὐτῶν. Τὸ, « Ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίο ῥῦσαί με, » περὶ ἑκάστου δολοῦντος τὸν λόγον Θεοῦ, καὶ ἀδίκου προσποιουμένου τὰ τῆς τίστεω.

Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀἰήθεις σου· αὐτά με ὡδήγησαν καὶ ἥγαγόν με εἰς ὁρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου, κ. « Ἐγώ εἰμι τὸ φῶς (2) τοῦ κόσμου, φησὶν ὁ Σωτ καὶ πάλιν « Ἐγώ εἰμι ἡ ἀλήθεια. » Ἐνταῦθα τὶν χρόνον ἐνήλλαξαν οἱ Ἑβδομήκοντα, καὶ ὡς γεγενζμένα εἰρήκασι τὰ ἐσόμενα. Οἱ δὲ ἄλλοι σαρέστερνεἰρήκασιν· « Ἀπόστειλον τὸ φῶς σου καὶ τὴνθειάν σου, ἅτινα ὁδηγήσει καὶ ἄξει ἡμᾶς εἰς τὸ ὅρο: τὸ ἄγιόν σου καὶ εἰς τὰ σκηνώματά σου.» Σκηνώματ δὲ τὸν ναὸν προσηγόρευσεν· ὄρος δὲ λέγει τὴν Σιεὐντεἰς ὃ ἐπανελθεῖν ἀξιοῖ θείας τυχὼν τῆς εὐμενεία, [*]((1) Και ὁ Χριστός, etc. Catena Corderiiel Barbari.) [*]((2) Ἐγώ εἰμι τὸ φῶς, etc. Schedæ Grabii, Catena Barbari.)

1421
Φῶς δὲ καὶ ἀλήθειαν τὴν δικαίαν καὶ σωτήριον ἐπιφάνειαν λέγει, ὥσπερ σκότος τὰς συμφοράς.

Τοῦ αὐτοῦ. Τὸ ἐξαπεσταλμένον (3) ἐπὶ τὴν Ἰησοῦ ψυχὴν φῶς Θεοῦ, καὶ ἀλήθεια αὐτοῦ ὸ Μονογενής ἐστιν. Ὅτι γὰρ ἔχομεν ἀρχιερέα μέγαν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ ἐνδεδυμένον, δηλώσει μὲν τὸ ἐξαποσταλὲν ἐπʼ αὐτὸν φῶς τοῦ Θεοῦ· ἀλήθειαν δὲ, οὐ τύπον, διδάσκει ἡ προκειμένη λέξις. Ἅτινα, αὐτὸν ὀδηγὴσαντα, ἤγαγον εἰς τὸ πνευματικὸν ἅγιον τοῦ Θεοῦ ὄρος, καὶ εἰς τὰ ἀληθινὰ σκηνώματα αὐτοῦ, ἵνα ὡς ἀρχιερεὺς εἰσέλθῃ πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ. Τάχα δὲ « ὄρος ἅγιον » τοῦ Θεοῦ ἦ οἰκία τοῦ Πατρός ἐστι· « σκηνώματα » δὲ αὐτοῦ αἱ πολλαὶ ἐν αὐτῇ μοναί. Ἤ « τὰ σκηνώματα, » αὐτοῦ αἰώνιοι σκηναί. Ζητήσεις δὲ πότερον εἰ ἐν τῷ ἁγίῳ ὄρει τὰ σκηνώματά ἐστι, καὶ τίνα ταῦτα· εἰ τὰ πρὸς αὐτὸν τὸν Θεὸν εὐφραίνοντα τὴν νεότητα αὐτοῦ. Οὐ γὰρ εἶχε παθαιότητα. Καὶ τὸ, « Ἐνδυσάμενοι δὲ τὸν νέον, » διὰ ταύτην τὴν νεότητα εἴρηται. Καὶ τῶν τοιούτων νέων ἐστὶν ἡ ἑορτή.

Τοῦ αὐτοῦ. Ὄρος ἅγιόν (4) ἐστι Θεοῦ ὅ Χριστός σκηνώματα δὲ αὐτοῦ, αἱ ἅγιαι δυνάμεις ἐν αἷς κατοικεῖ.

Πρὸς τὸν Θεὸν εὐφραίνοντα τὴν νεότητά μου, ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεὸς, ὁ Θεός μου, κ. τ. ἑ. Καὶ ἐν τῷ (5) ὀγδοηκοστῷ τρίτῳ πρὸς τὴν ψυχήν φησιν· « Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.» Ταῦτα διηγηματικὰ πρὸς ἡμᾶς διὰ μέσου. Εἶτα πάλιν πρὸς Θεὸν ἀπὸ τοῦ, « Ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ· » μήποτε τῷ ἁρμοσθέντι ὑπὸ τοῦ πνεύματος σώματι.

Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ σροσώπου μου ὁ Θεός μου, ν. τ. ἑ. Ἡ ψυχὴ δεῖται (6) ὑπομνήσεως τῆς, « Ἔλπισον ἐπὶ τὸν Θεόν.» Σωτήριον δὲ τοῦ προσώπου ἀνακεκαλυμμένου, καὶ τὴν δόξαν Κυρίου κατοπτρίζειν κατὰ τὴν αὐτὴν, τουτέστιν ὡσαύτως ἔχουσαν, μεταμορφουμένου παντὸς, καὶ μάλιστα τοῦ Ἰησοῦ ἐστιν.

Ὁ Θεδς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν· Οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν, κ. τ. ἑ. Ἐκ προσώπου (7) τῶν ἐν τῇ διασπορᾷ ὁ ψαλμὸς, ἢ ἐκ προσώπου τῶν ἄπὸ τῶν ἐθνῶν, οἵτινες ἐπίστευσαν, ἐξ ἀκοῆς παραλαβόντες τὸν λόγον ἀπὸ τοῦ Ἰσραὴλ, ᾧ ὤφθη ὁ Θεός. Τὸ δὲ ἐξῆς διὰ τὸ, « Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι. » Πλὴν εἴ τις ἀναγγέλλει, πατήρ ἐστιν.

Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, κ. τ. ἑ. Κακἱαν μὲν (8) καὶ ἀγνωσίαν ἐξολοθρεύει Θεὸς, ἀρετὴν δὲ καὶ γνῶσιν καταφυτεύει. « Πᾶσα γὰρ φυτεία ἤν οὐκ ἐφύτευσεν ὁ Θεὸς, ἐκριζωθήσεται. » Ἔθνη λέγει τὰς τπέντε σατραπεῖας τὰς ἐν Παλαιστίνη, Γεθθαίους, Ἀζωτίους, [*](92 Coloss.III,10. 93 Psal. CII,5. 94 Matth. xv,13.) [*]((3) Τὸ ἐξαπεσταλμένον, etc. Catena Corderii.) [*]((4) ρος γιιον, etc. Codex Coislinianus.) [*]((5) ἔΚφὶ ἐν τῷ, etc. Catena Corderii.) [*]((6) ψυχὴ δεάτα, etc. uadeu.)

1424
Ἀκαρωνίτας, Γαζαίους, καὶ Ἀσκαλωνῖταυ

Τοῦ αὐτοῦ. Τότε πεπλήρωται (9) τό· Εἰσσγα καταφύτευσον αὐτοὺς εἰς ὅρος κληρονομίας σου. Ἔθνη δὲ κακίας ἐξολοθρεύεται πρὶν καταφυτευθῆν ἡμᾶς. Χεὶρ δὲ ἐξωλόθρευσε καὶ ἡ δεξιά· κατεφύτευσε δὲ οὔτε χεὶρ, οὔτε δεξιά· οὐ γὰρ μέρος, ἀλλʼ ὅλος κατεφύτευσε. Καὶ ἔσωσεν οὐ χεὶρ, ἀλλὰ δεξιά. Ἐκβεβλημένου τοῦ Ἰσραὴλ, οἱ ἀπὸ τῶν ἐθνῶν ταῖς θιίρς Γραφαῖς ἐνεφυτεύθησαν. Ὀνόματα δὲ τέθειται καθ᾿ ἑνὸς ὑποκειμένου διάφορα. Τὸν γὰρ Σωτῆρά φησι χτἴρα, δεξιὰν, βραχίονα καὶ φωτισμόν. Πρόσωπν δί Πατρὸς, ὡς χαρακτὴρ ὑποστάσεως αὐτοῦ. φωτισμός γε μὴν ἐξ αὐτοῦ πεμπόμενος εἰς νοῦν τῶν καλουμίνων εἰς ἀπολύτρωσιν, ἡ διὰ τοῦ πνεύματος σύνεσς. Θεῷ προσάγουσα τοὺς φωτιζομένους. Οἱ πραἴς δὲ κληρονομοῦσι γῆν, οὐ μαχόμενοι, οὐδὲ ῥομφαίᾳ κληρονομοῦσι.

Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησ γῆν, κ. τ. ἑ. Ἐφʼ ἡμῖν μέν ἐστι (10) τὸ κατορθῶσαι τὴν ἀρετὴν σὺν τῇ δυνάμει τοῦ Θεοῦ· τὸ δὲ καταξιωθῆναι γνώσεως πνευματικῆς οὐκ ἔστιν ἐφʼ ἡμῖν. Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, ό ἐντελλόμενος τὰς σωτηρίας Ἰακὼβ, κ. τ. ἑ. Τσῦτα δὲ τοῖς ἐν τῷ λαῷ (11) ἁρμόσει καὶ τοῖς προφήται, μὴ οἰκείᾳ σώζεσθαι ὁμολογοῦσι δυνάμει. Ἰακὼβ δὲ, ὑφʼ οὗ πτερνίζονται τὰ φαῦλα. Ἐντέλλεται ὁ Θεὸς τοῖς ἁγίοις πνεύμασι τοῖς εἰς διακονίαν ἀπεσταλμένοις διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Πλλαὶ δὲ σωτηρίαι, ὡς ζωαί.