Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν, κ. τ. ἑ. Ὁ μόνος πλάσας (88) μόνος καὶ γινώσκει· διὸ καλῶς λέγεται ὁ Θεὸς μόνος καρδιογνώστης.

Ῥσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λμῷ, κ. τ. ἑ. Πρότερον δεῖ (89) τινα ῥύσασθαι ἀπὸ θανάτου, εἶθʼ οὕτως διατραφῆναι. Καὶ διὰ μὲν πρακτικῆς ῥύεταί τινα ἀπὸ θανάτου ὁ Κύριος, διὰ δὲ γνώσεως τρέφει.

Ἡ σὲ ψυχὴ ἡμῶν ὑπομενε τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν, κ. τ. ἑ. Ἡ τοῦ δικαίου (89*) καρδία οὐκ εὐφραίνεται ἐν βρώμασιν ἢ ἐν πόμασιν, ἀλλʼ ἐν δικαιοσύνῃ, καὶ γνώσει, καὶ σοφίᾳ.

[*](⁵ Psal. XVIII, 19 et XXXV, 7. 6 Joan. VII, 24. 7 Matth. v, 45. 8II Cor. v, 17. 9 l Tim. 11, 4.)[*]((85) Οἱ λδγοι, etc. Schedæ Grabii, codex Coislinianus, et Catena Barbari.)[*]((84) Τοῦτο ἐν τῇ παρουσίᾳ, etc. Catena Corderii.)[*]((85) Σάλος ἐστίν, etc Codex Coislinianus, et sche læ Grabii.)[*]((86) Ἡ μὲν γένεσις, etc. Codex Coislinianus.)
1308

Τῷ· Δαυῒδ. ὁπότε, ἠλλοίωσε τὰ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν, κ. τ. ἑ. Ὁ τὸ φεῦγο (90) πρότωπον μὴ ἐπιδείξας ὡς φεῦγον, ἀλλʼ ὡς ἀποσταλὲν, οὖτος ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ, Πρόσωπον δὲ νῦν τὸ τῆς ψυχῆς λέγει κατάστημα· ἀλλοία γάρ ἐσπι φεύγουσα, καὶ ἀλλοία ἀποσταλεῖσα. Πρόσωπον δὲ πολλάκις ἡ Γραφὴ καὶ τὸν λόγον, λέγει τοῦ ἀνθρώπου, καθὼς ὁ ἄγγελός φησι πρὸς τὸν Λώτ· « Ἰδοὺ ἐθαύμασά σου τὸ, πρόσωπον, καὶ, ἐπὶ τῷ ῥήμστι τούτῳ οὐ μὴ καταστρέψω τὴν πόλιν. περὶ ἧς ἐλάλησας. »

Εὐλογήσω τὸν Κύριον, κ, τ, ἑ, Ὁ ἐν παντὶ καρῷ (94) ζῶν καὶ ὑπάρχων ἀμετάπτωτος Χριστὸς ταῦτά φησι.

Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή, μου, κ, τ. ἑ. Οὐκ. ἐν ἄλλῳ τινὶ (92) ἐπαινεθήσομα, ἀλλ᾿ ἐν σοφίᾳ· ὁ γὰρ Κύριος ἡμῶν σοφία ἐστίν.

Ἐξεζήτησα τὸν Κύριαν. καὶ ἐπήκουσέ μου, κ, τ. ἑ. « Πᾶς γὰρ (93) ὁ ζητῶν εὑρίσκει· ὁ δὲ κακῶς ζητῶν οὐχ εὑρίσκει

Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, κ. τ. ἑ. Διὰ μὲν πολτείας (92) ὀρθῆς προσε ρχόμεθα, διά δὲ γνώσεως φωτιζόμεθα. « Φωτίσατε γὰρ, φησὶν, ἑαυτοῖς φῶς γνώσεως. »

Οὗτος ὁ πτωχὸς ἐκέσρξε, καὶ ὁ Κύριος εὶσήκουσεν αὐτοῦ, κ. τ. ἑ. Οὐ πάντων (95) ἐπακαούει τῶν κραζόντων ὁ. Κύριος, ἀλλὰ τῶν διὰ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ.

Παρεμβαλεῖ ᾶγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, κ. τ. ἑ. Ὁ ἄγγελος (96) τοῦ Κυρίου ὅλης παρεμβολῆς λόγον ἐπέχει εἶς ὤν.