Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐν ταῖς χερσί σου οί κλῆροί μου, ῥῶσαί με ἐκ ηπρὸς ἐχβρῶνμου, καὶ ἐκ τῶν καταδθιωκόντων με, πκ. τ. ἐ. Κλῆροι τῶν δικαίων (65) ἀνθρώπων εἰσὶν ακἱ ὑπὸ τῶν ἀγίων ἀγγέλων γινωσκόμεναι θεωρίαι. βσῦ αὐτοῦ. « Θεύγετε τὴν πορνείαν (66), φησὶν δ Παῦλος. Εἰ δὲ διώκει ἡ πορνεία, δηλονότι καὶ ἡ μοιχεία, καὶ ἡ πλεονεξία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ τὰ λοιπά.

Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλα, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξονδενώσει, κ. τ. ἐ. Εὐεργετεῖται (67) ὁ λαλῶν δολιότητας, ἐὰν γένηται ἅλαλος· ἀποβάλλει γὰρ δηλονότι τὴν δολιότητα.

Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου, κ. τ. ἐ. Ὥσπερ τὸ πρόσωπον (68) τοῦ Θεοῦ κρύπτει τὴν ψυχὴν ἀπὸ ταραχῆς ἀνθρώπων, ἀπάθειαν διὰ τῆς πρακτικῆς χαριζόμενον, οὕτω καὶ ἡ σπηνὴ τὸν νοῦν δᾶ τῆς ἀληθοῦς γνώσεως φυλάττει ἀπὸ λόγων ἐναντίων καὶ δογμάτων ψευδῶν.

Εοωλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς, κ. τ. υχὴ ἀπαθὴς (69) πόλις ἐστὶ τετειχισμένη ὅπερ τεῖχος καθελόντας οἱ ἐχθροὶ μετὰ Bηρσαβεὰ εἰσῆλθον. πρὸς Δαυΐδ· διὸ καὶ δεῖται ἐν τῷν ψαλμῷοἰκοδομηθῆναι τὰ τείχη Ἰσρουσαλήμ.

Ὅτα ἀληθείας ἐκηχφῖ Κόρος, κ. τ. ἐ. Ἀληθείας ἀντὶ (70) τοῦ ἀληθινοῦ. Ἀληθινὸν γὰρ στόμα, τουτέστι νοῦν, ἐμπλήσει γέλωτος, ἀντὶ τοῦ, γνώσεως. « Καὶ ἀνταποδίδωσι τρὶς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. Μακροθυμεῖ μὲν Κύριος ἐπὶ τοῖς ὑπερηφάνοις, τοῖς δὲ περισσῶς ποιοῦσιν ὑπερηφανίαν καὶ ἀνταποβίδωσι.