Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυυγῆς,τοῦ σῶσαί με, κ. τ. ἐ. Υπερασπίζοντος τοῦ Θεοῦ (57) ὑπὲρ ἡμῶν, τίς καθʼ ἡμῶν; Θεσῦ δὲ ὑπερασπιστοῦ χρῄζομεν, ἐὰν μὴ. ἀρκώμεθα ἀγγελικῇ συμμαχίᾳ.
Τοῦ αὐτοῦ. Οἶκος καταφυγῆς (58) γνῶσις τοῦ Θεοῦ.
Ὅτι κραταίωμά μου καὶ καταφυγή. μου εἶ σὺ, καὶ ἕνεκεν τοῦ ὀνόματός σον ὁδηγήσας με, καὶ διαβρέψεις με, κ. τ. ἐ. Ὁδηγεῖ μὲν (59) διὰ τῆς πὶστεως τῆς ὀρθῆς καὶ διὰ τῆς πρακτικῆς,. τρέφει δὲ διὰ τῆς γνώσεως αὐτοῦ.
Εἰς χεῖράς σοο παραθήσομαι τὸ πνεῦμά μου. κ. τ. ἑ. Ὡς τὴν ψυχὴν (60) πολεμούμενος· σώματος γὰρ τοῖς ἁγίοις ὀλίγη φροντίς. Καὶ πρὸς τῶν ἀπατεώνων τρωθῆναι φοβούμενος τὸ πνεῦμα παρατίθεται τῷ Θεῷ, τὰς προνοητικὰς αὐτοῦ δυνάμεις χεῖρας καλῶν. Τῷ δὲ παρόντι ῥητῷ καὶ ὁ Σωτὴρ ἐπὶ τοῦ σταυροῦ πεπηγμένος ἐχρήσατο. Πνεῦμα δὲ ἡ Γραφὴ ποτὲ μὲν τὴν διάνοιαν καλεῖ. ὡς ἐν τῷ σπουδάζειν εἶναι τὴν παρθένον ἁγίαν πνεύματι καὶ σώματι· ποτὲ δὲ τὴν ψυχὴν, ὡς παρὰ « Ὥσπερ δὲ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστι· » ποτὲ δὲ τὸ συνεζευγμένον τῇ ψυχῇ συνειδὸς, ὡς ἐν τῷ, « Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐνοικοῦν ἐν αὐτῷ. » Τὸ δὲ προκείμενον κατὰ τοὺς τρεῖς νοηθήσεταε τρόπους. Ὡς ἁλοὺς δὲ παρὰ τῶν πολεμίων, ὑπὸ Θεοῦ λελυτρῶνομίαν τῆς πολιτείας ἀκάλεσεν.
[*](29 Ι Cor. II, 12. 1 Eccl. 1, 2.)[*](nianus num. 189, partim Catena Corderii.)[*]((61) Νῦν τὸ πνεῦμα, etc. Codex Coislinianus, Catena Barbari.)[*]((62) Εἰ οἱ ἁμάρτωιοί, etc. Schedæ Grabii, partimque vetus codex Coislinianus. Latiue Omuia habet CAtena Barbari.)[*]((63) Οἱ λόγοι, etc. Schedæ Grabii.)Ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, κ. τ. ἐ. Οὐδὲν οὐτω (64) σκοτεῖ διάνοιαν ὡς θυμὸς ταραττόμενος.