Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐν τῷ ἐγγίζειν ἐπʼ ἐμὲ κακοῦντας τοῦ φσγεὸντὰς σάρκας μου· οἱ θλβοντές με καὶ οἱ ἐχθροί ρου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν, κ. τ. ἑ. Ὅτε πεν ραζόμενοι (9) ἐγγίζουσιν ἐφʼ ἡμᾶς κακοῦντες, φαγεὸν [*](VIII, 35. 59 Joan. XIV, 6. 60 II Cor. I, 8. ⁶¹ Apovertis.) [*](Coislinianus num. 189. Verum nonnulla iisdem fere exstant apud Eusebium.) [*]((9) Ὄτε πειραζόμενοι, etc. Codex Coislinianus 189.)

1277
θέλοντες τὴν μὴ δυναμένην κληρονομῆσαι Θεοῦ βασιλείαν σάρκα, καὶ τραφῆναι ἀφʼ ὧν ἁμαρτάνοντες ποιοῦμεν ἔργων σαρκὸς ἑτέρας οὕσης παρὰ τὴν ὀψομένην σάρκα τὸ σωτήριον τοῦ Θεοῦ· καὶ ὅτε ἐγγίζουσι τοῦ δικαίου κακοῦντες, τότε πρῶτον ἀσθενοῦσιν, εἶτα πίπτουσιν, αὐτῆς τῆς ἁρῆς ἧς ἅπτονται τοῦ δικαίου, κολαζούσης αὐτοὺς, καὶ ἀσθενεῖν καὶ πίπτειν ποιούσης αὐτούς.

Τοῦ αὐτοῦ. Εἰ ἡμεῖς τὰς τοῦ Χριστοῦ (10) σάρκας ἐσθίομεν, (« Ὁ τρώγων » γάρ « μου, » φησὶ, « τὴν σάρκα, καὶ πίνων μου τὸ οἶμα·») τὰς δὲ ἡμετέρας οἱ δαίμονες· μήποτε καὶ τὰς τοῦ Χριστοῦ ἄρα σάρκας οἱ δαίμονες ἐσθίουσι, τὰς ἐν ἡμῖν ἀρετὰς καὶ τὰ ἀληθῆ δόγματα διαφθείρειν σπουδάζοντες· λέγεται γὰρ τὸ «φαγεῖν » καὶ ἐπὶ τοῦ «διαφθείρειν.»—« Ἐὰν» γὰρ «θέλητε, » φησὶν, « καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.» Ἐνταῦθα γὰρ τὸ, « κατέδεται,» ἀντὶ τοῦ, «διαφθείρει.» κεῖται· μάχαιρα γὰρ ἐσθίειν οὐ πέφυκεν. Ἤ τὰς σάρκας ἡμῶν λέγονται ἐσθίειν οἱ δαίμονες ἀντὶ τοῦ τὰ ἐκ τῆς σαρκὸς φυόμενα. « Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, » ὁ ἱερὸς Ἀπόστολός φησιν, « ἄτινά ἐστι μοιχεῖαι, πορνεῖαι, ἀσέλγειαι, εἰδωλολατρεῖαι,» καὶ τὰ ἐξῆς.

Ἐὰν παρατάξηται ἐπʼ ἐμέ παρεμβολὴ, οὐ φοηλήσεται ἡ καρδία μου, κ. τ. ἑ. Ἡ παρεμβολὴ (11) τοιαύτη ἐστὶν, ὁποῖος ὁ ἐν τάφοις οἰκῶν λεγεών. Καὶ τάχα φῶς ἐστιν ἡ τῶν ἐναντίων παρεμβολή. Ἡ καρδία δὲ, τουτέστι τὸ ἡγεμονικὸν, οὐ φοβηθήσεται· ἐπεὶ τὸ φρόνημα αὐτῆς ἔχθρα ἐστὶν εἰς Θεὸν, τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτασσομένης. « Ἐὰν ἐπαναστῇ ἐπʼ ἐμὲ πόλεμος, » καὶ τὰ ἐξῆς. Κατὰ τοῦτο δέδοται ἀνακλήτως ἐλπίζειν ἐν τῇ καρδίᾳ.

Τοῦ αὐτοῦ. Ὁ μὲν πρακτικὸς (12) διὰ τῶν ἀρετῶν πολεμείτω τοῖς ἀλλοφύλοις· ὁ δὲ θεωρητικὸς τοῖς ἀληθέσι δόγμασι καθαιρεῖ τὸ πᾶν ὕψωμα κατὰ τῆς τοῦ Θεοῦ γνώσεως ἐπαιρόμενον. Καρδίαν δὲ τὸ ἡγεμονικὸν λέγει, ὅπερ οὐ φοβηθήσεται. Τάχα γὰρ ἡ ἀσθενήσασα σὰρξ φοβηθήσεται, ἐπεὶ τὸ φρόνημα αὐτῆς ἐχθρόν ἐστιν εἰς Θεὸν, τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτασσομένης.

Τοῦ αὐτοῦ. Ἐὰν ἐπαναστῇ ἐπʼ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. Ἐν τῇ καρδίᾳ. Ἐφωτίσθη γὰρ ἐν ταύτῃ τῇ βοηθείᾳ ἧς πεῖραν ἔλαβον, ὅθεν οὐδὲ ἄλλην πλείονα παράταξιν δέδοικα, σκεπούσης με τῆς τοιαύτης βοηθείας.

Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἵκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τόν ναόν αὐτοῦ· ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ αεακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ· ἐν πέτρᾳ ὕψωσέ με. Μεμαθήκαμεν (13) [*](62 Joan. VI, 55. 83 Isai. 1, 19, 20. 64 Gal. V, 19.) [*]((10) Εἰ ἡμεῖς τὰς τοῦ Χριστοῦ, etc. Schedæ Gra- ii. codex Coislinianus, Barbarus.) [*]((11) Ἡ παρεμβολή, etc. Corderius.) [*]((12) Ὁ μὲν πρακτικός, etc. Schedæ Grabii, codex)

1280
οἶκον Κυρίου λέγεσθαι τὴν Ἐκκλησίαν Θεοῦ ζῶνπος, ἐκ λίθων ζώντων. Οὕσης δὲ καὶ χρηστότητος, οὔπς δὲ καὶ ἀποτομίας Θεοῦ, οἱ μὲν κατοικοῦττες ἐν οῖχῳ Κυρίου ὄψονται τὴν ἐν τῇ χρηστότητι τοῦ Θεοῦ τρπνότητα· οἱ δὲ ἕξω τοῦ οἴκου τυγχάνοντες τῆς ἀπππομίας αὐτοῦ πεῖραν λήψονται. Εἰ διαφέρει δὲ ναὸς Κυρίου καὶ οἶκος Κυρίου ἐπιστήσεις, καὶ εἰ οἶκος μὲν ἡ Ἐκκλησία ἀναλόγως Λευΐαις καὶ ἱερεῦσι. Πρῶτον ἐν τῇ σκηνῇ τοῦ Θεοῦ κρύπτεταί τις ἐν ἡμέρᾳ κακῶν ἀπὸ Κυρίου, εἶτα σκεπάζεται ἐν ἀποκρύφι τῆς σκηνῆς αὐτοῦ, καὶ τρίτον ἐν πέτρᾳ ὑψοῦτα:. Αἰτεῖ τοίνυν τὴν Ἐκκλησίαν οἰκεῖν διὰ τοῦ φρονεῖν τὰ ἐκκλησιαστικὰ πάσας τὰς ἡμέρας τῆς τεψωτισμένης αὐτοῦ ζωῆς. Ἐπὶ γῆς. φησὶ, τυγχάνων, εἰ καὶ πολλῶν δεῖ μοι τῶν ἀγαθῶν, μίαν αἴτησιν τέως αἰτῶ. Ἀθρόως γὰρ ἐν πᾶσιν οὐχ οἷόν τε γενέσθαι τοῖς ἀγαθοῖς, μήπω τόδε λείποι τὸ μέγα καὶ ἐξαίρετον, « τὸ θεωρεῖν με, » καὶ τὰ ἐξῆς. Ὁ δὲ ἀγαπῶν τὴν εὐπρέπειαν τοῦ οἵκου Κυρίου βούλεται τερπνῶς ἐναπολαῦσαι τῇ θέᾳ, καὶ μετὰ τὴν θεωρίαν ἐπισκέτεσθαι τὸν ναὸν αὐτοῦ. Θεωρεῖ δέ τις τὴν τερπνότητα Κυρίου, τὰ ὑποβεβηκότα δόγματα τῆς Ἐκκλτσίας ὁρῶν· προσβαλὼν δὲ τοῖς περὶ Τριάδος, περι. θρήσει τὸν ναὸν αὐτοῦ. Εὐπρέπεια δὲ Κυρίου καὶ πᾶς ὁ κατʼ ἀρετὴν βίος τῶν ἐν θεοσεβείᾳ διαπρεπόνπαων. « Ὅτι ἕκρυψέ με,» καὶ τὰ ἐξῆς. « Οἱ μὲν ἐχθροὶ, φησὶν, ἠσθένουν καὶ ἔπιπτον· » ἐγὼ δὲ ὑπὸ τῆς αὐτοῦ δεξιᾶς ἐκρυπτόμην ἐν σκηνῇ κατοικῶν, διὰ τὸ διάγειν ἐν ἐρημίαις, καὶ μὴ ἕχειν τότε τὸν οἶκον τοῦ Θεοῦ, μηδὲ τὸν ναὸν αὐτοῦ. Καὶ ἐν τῷδε τῷ τῶν διωγμῶν καιρῷ ἐσκέπασέ με. Ἀπόκρυφον δὲ σνηνῆς τὸ ἐνδότατόν τε καὶ ἅβατον, ὅπερ ἐκάλουν Ἅγια ἀγίων. Οὐ πάντως δὲ τὴν σκηνὴν ἐν τόπῳ γεγενῆεθαί φησιν, ἀλλʼ ἐν ψυχῆς καταστάσει ἡγιασμένῃ, καὶ πάσης ἀπηλλαγμένῃ τῆς τῶν πολλῶν κοινωνίας. Ἀλλ᾿ οὐκ ἀφῆκέ με, φησὶ, μέχρι τέλους λανθάνειν, ἀλλἀ καὶ ἑτέροις χρήσιμον γενέσθαι βουλόμενος, ἐν πέτρᾳ τῷ Χριστῷ ὕψωσέ με. Καὶ ἅλλως δὲ πολλάκις εῖρτ ται τὴν μὲν σκηνὴν δηλοῦν προκοπὴν, τὸν οἶκεν δὲ τελειότητα. Οὐδεὶς οὖν, ἐνεστηκυίας αὐτῷ τῆς τῶν κακῶν ἡμέρας, ἐν οἴκῳ εἶναι δύναται τοῦ Θεοῦ· ἀλλ᾿ ἐν τῇ σκιᾷ κρύπτεται, τῷ τὴν προκοπτὴν σκεπάζειν τὸν κακίας ἀπαλλαττόμενον. Ἕτι γὰρ μετανοοῦντες, οὐ δύνανται ἕχειν τὴν τελειότητα. Δύναται δὲ καὶ νῦν κακὰ νοεῖσθαι τὰ περιστατικά· ἀπόκρυφον σκηνῆς αὐτοῦ ἐπὶ τῆς παιδεύσεως, κἀκεῖ προκόπνμεν. Τὰ μέν ἐστι προφανῆ, τὰ δὲ μυστικά. Οὐα ἐτ τοῖς ἐπιπολαίοις οὖν ὁ Θεὸς τὸν προκόπτοντα σαές Αὐτοῦ δὲ εἶπε σκηνὴν, ἐπεὶ μὴ πᾶσα κατὰ Θεὸν προκοπή· διεδέξατο δὲ τὴν προκοπὴν ἡ πέτρα τῆς τελειότητος. Κατάλληλον δὲ τῇ μὲν προκοπῇ τὸ «ἔκρυψς, τῇ δὲ τελειότητι τὸ « ὕψωσε.» Λέγοις δʼ ἂν σπνὴ καὶ τὴν διὰ νόμου καὶ προφητῶν ἀγωγὴν, ἐν ᾗ ἐν τῷ μυστικῷ νῷ κρύπτει τὸν παιδευόμενον ὁ Θεὸς. ὑψῶν αὐτὸν ἐν τῇ πέτρᾳ τῷ Χριστῷ.

Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κῶν μου, κ. τ. ἐ. Σκηνὴν τὸν Χριστὸν (14) ἀνομάξιϲ, [*]((14) Σκηνὴν τὸν Χριστόν, clc. Schedæ Grabii, codex Coislinianus. Barbarus.)

1281
ἐν ᾧ καὶ κατεσκήνιωσεν ὁ Θεός· Ἐν τῷ ἡλίῳ A vocat, in quo Deus habitavit. In sole enim, in- γὰρ, φησὶν, «ἔθετο τὸ σκήνωμα αὐτοῦ. » Ἥλιος δὲ δικαιοσύνης ὁ Κύριος. Καὶ γὰρ ἐκ τοῦ ναοῦ φησι. Ταύτην γὰρ, λέγει, σκηνὴν ἔσχον τὴν σκέπην καὶ τὴν βοήθειαν. Ἐπειδὴ ἐν τῇ τοῦ Θεοῦ σκηνῇ προσευξάμενος, καὶ τὴν ἀπὸ τῶν ἄρτων λαβὼν εὐλογίαν, τὰς χεῖρας τῶν πολεμούντων διέφυγεν, ὁπότε καὶ Δωὴκ τὰς βασιλικὰς ἡμιόνους νέμων τὴν αὐτοῦ φυγὴν τῷ Σαοὺλ κατεμήνυσεν. « Ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ.» Ἀντὶ τοῦ, ὡς ἐν ἀποκρύφῳ. Οὕτω, φησὶ, πολλὰ ζητήσαντες περὶ ἐμοῦ οἱ πολέμιοι οὐχ εὗρόν με, τοῦ Θεοῦ με σκεπάζοντος. Καὶ οὕτω τὸ, « Ἔκρυψέ με.

Καὶ νῦν λδυὸ ὕψωσε τὴν κεφσλήν μου ἐπʼ ἐχλρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ οὐ. οῦ θυσίαν ἀλαλαγμοῦ, κ. τ. ἐ. Εἰ ὁ κυκλώσας (15) ύει· θυσία δέ ἐστι πνεῦμα συντετριμμένον· ὁ συνρίψας τὴν ἑαυτοῦ ψυχὴν κύκλρ αὐτὴν πεποίηκε χῆμα γωνίας μὴ ἔχουσαν ἐπιδεχομένην φθορὰν, καὶ ὴν ἀφροσύνην αὐτὴν, ἣ, φησὶ Σολομὼν, « ταῖς γωίαις παρεδρεύει· » καὶ τὸ, « Κατελθὸν δὲ ἐπὶ τοὺς ιαῖδας Ἰὼβ πῦρ τῶν τεσσάρων ἥψατο γωνιῶν τοῦ ἴκου. »

Σοἰ ελπεν ἡ καρδία μον· ἘἘξεζῆτησα τὸ πρόσπόν σου,τὸ πρόσωπτόν σου, Κύριε, ζητήσω, κ.τ.ἑ. Οταν τὸ πρόσωπόν τινος (16) τὸ πρόσωπον τσῦ Κυίου ζητήσει, τότε ἀνακεκαλυμμένως τὴν δόξαν Κυίου κατοπτρίζεται, καὶ γενόμενος ίσάγγελος, διὰ αντὸς ὄψεται τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς Πατρός. τοῦ αὐτοῦ. Διʼ ὧν καθαίρει τις (17) ἑαυτὸν, δεί,. νυσι ζητῶν τὸ πρόσωπον τοῦ Θεοῦ, ὅπερ οἱ ἄγγεοι διὰ παντὸς λέγονται βλέπειν.

Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιόν μς, κ. τ. ἑ. Μακάριος ὁ ἐγκαταλειφθεὶς (18) πὸ τοῦ διαβόλου καὶ τῆς συζύγου αὐτοῦ κακίας, ἐξ ς τίκτει τοὺς παρανόμους τούτου υἱούς. Ὥσπερ αῦλος διὰ τοῦ Εὐαγγελίου γεννᾷ τοὺς Γαλάτας, οὕω καὶ διὰ τῆς κακίας ὁ διάβολος γεννᾷ τοὺς πονησύς. Τῆς συμφορᾶς, φησὶν, ἐπιστάσης μοι νῦν, καὶ ἧς τοσούτων πολεμίων ἐφόδου, οὐδὲ πατὴρ ἄν με φέλησαν οὐδὲ μήτηρ, αὐτὸς δὲ ἀντὶ πάντων ὤφθης οι βοηθός.

Νομοθέτησόν με, Κύρωε, τὴν ὀδόν σου, καὶ όδήγσόν με ἐν τρίβω εὐθείᾳ, κ. τ. ἐ. Ὅρα τὸν ἐν ῷ νόμῳ (19) Μωϋσέως καὶ γράμματι, ὡς οὐκ ὄντα ὁδῷ Κυρίου, νομοθετηθῆναι εὐχόμενον τῇ ὁδῷ τοῦ υρίου.

Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, τ. ἐ. Ἀνδρίζου (20), τουτέστιν ἀνδρείαν ἀνάλαβε, κατʼ ίσχὺν σώματος, ἀλλὰ κραταιουμένης τῆς ιρδίας σου· οὕτω γὰρ ὑπομεῖναι τὸν Κύριον δυνησῃ.

Τοῦ αὐτοῦ. Ἀνδρεία καρδία (21) καὶ ψυχή ἐστιν [*](65 Psel. XVIII, 6. Job. I, 19.) [*]((15) Εἰ ὁ κυκλώσας, etc. Schedæ Grabii, Barrus.) [*]((16) Ὅταν τὸ πρόσωπόν τινος, etc. Corde- Corderius, Barbarus.) [*]((17) Διʼ ὧν καθαίρει τις, etc. Schedæ Grabii.) [*]((18) Μακάριος ὁ ἐγκαταλειφθείς, etc. Eædem)

1284
ἡ μὴ ἕχουσα λογισμοὺς ἀκαθάρτους καὶ δόγραει ψεωδῆ.

Πρὸς σὲ, Κ ύρε, κεκράξομα, ὁ Θεός μον,μὴ παρασιωπήσῃς ἀπʼ ἐμοῦ, κ. τ. ἐ. Τῶν πρὸς τὸ Θεὸν (22) βοώντων καὶ ἀναφερόντων τὰς εὐγὰς, εὶ μὲν τὰ ἐπίγειὰ τις αἰτεῖ, ἐστὶν ἡ φωνὴ αὐτοῦ βιαχεῖα· εἰ δὲ τὰ ἐπουράνιά τις αἰτεῖ, βοᾷ. Ὅθεν παὶλάκις λέγεται ἐν ταῖς Γραφαἴς περὶ τῶν ἀγίων,ὅτ πρὸς τὸν Θεὸν ἐκέκραξαν. Πειράσθω τοίνυν ἕασσος εὔχεσθαι τῷ Θεῷ κεκραγὼς, καὶ παραδοξότεςον ἐρῶ πῶς κεκραγώς. Εἰσελθὼν εἰς τὸ ταμεῖον αὐτοῦ αλείι τὴν θύραν, καὶ οὕτως κέκραγε πρὸς τὸν Θιόν. Μ παρασιωπήσῃς ἀπʼ ἐμοῦ. » Θεὸς ἀναγέγραππαι λς· λαληκέναι πρὸς Μωυσέα, καὶ πρὸς Ἀαρὼν, καὶ πηὸς Ἰησοῦν τὸν τοῦ Ναυῆ. Τοιοῦτοι γὰρ ἦσαν ἵνα λαλῆ πρὸς αὐτοὺς ὁ Θεός. Καὶ διὰ τῶν προφητῶν, ἐοιτ λαὸς ἦν τοῦ Θεοῦ, οὐκ ἐσιώπα. Καὶ μὴ νομίσωμr ἔξωθεν ἡμῖν λαλεῖν τὸν Θεόν· ἀλλὰ γὰρ τὰ ἀνσθσ. νοντα ἡμῶτ ἐπὶ τὴν καρδίαν ἅγια ἐκεῖνά ἐστιν ἅλε λεῖ ἡμῖν ὁ Θεός. Οὕτως ἄκουε τοῦ, Ἐλάλησεν ὁ Θεὸς Ὅτι δὲ τωῦθʼ οὕτως ἔχει, ἄκουε τ?? πρὸς τὸν δεῖνα. Τραφῆς αὐτῆς μαρτυρούσης· « Μακάριος ἀάρ ὡ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, Κύριε, εἰς τὴν καρδίαν αὐτοῦ. » Ἔχομεν ἄλλτν ἀχαὴν ἀκούουσαν λόγου Θεοῦ. Θεία ἐστὶν ἡ αἴσθησις ἐκςίν ἡ οὕτω παρὰ Σολομῶντι ὀνομαζομένη, ἡ ἀκούοο λόγου Θεοῦ, ἀνακεκραμένη αὐτῷ καὶ ἡνωμένη. « Θεὸς οὖν μου, φησὶν, μὴ παρασιωπήσης ἀπʼ ἐμκαὶ ὁμοιωθήσομαι, φησὶν, τοῖς καταβαίνουσιν ρίς λάκκον. » Οὐδένα τῶν ἁγίων οὅδαμεν λάκκον ὀρόξα τα· ἀλλʼ εἵποτε ἅγιος χρείαν ἕσχεν ὕδατος, τὸ ὤρυξε. Καὶ Σολομὼν ἐντέλλεται ἀπὸ φρεάτων πίνει ὁ δὲ προφήτης ἀπειλεῖ τοῖς πίνουσιν ἐκ λάα λέγων ὡς ἐκ προσώπου τοῦ Θεοῦ· « Ἐμὲ ἐγκατλιτ πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάαπσυντετριμμένους. Μήποτε οὖν παρασιωπήσῃς ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάν κον.» Ἀθῦ ʼ ὅπως ἵδωμεν τίνες οἱ καταβαίνοντες είςλάκκον, ἡ ἱερὰ Εραφὴ τὰ θεῖα λέγει εἶναι θερμὰ. δὲ τῆς ἁμαρτίας καὶ τῆς ὕλης πράγματα ψυχει Ἐκεῖ οἰκεῖ καὶ ὁ πολέμιος τῶν ἀνθρώπων δράαε ὅς ὠνομάσθη ψυχρός. Οὐδὲν γὰρ τῶν ἐπὶ γῖς ζ ἐστι ψυχρὸν, ὡς ὁ δράκων. Πᾶσα οὖν ἀμαρτία χρά ἐστι· τὰ δὲ θεῖα, ὡς ἔοικε, θερμά. « Ὁ τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουςαὐτοῦ πυρὸς φλόγα καὶ, « Πῦρ ἦλθον βελεν ?? τὴν γῆν· » καὶ, « Τῷ πνεύματι ζέοντες.» Πῶς δὲ ἁμαρτωλοὶ παρὰ λάκκοις εἰσὶν, ἄκουε. Ἐν τῇ Ἐ δῳ γέγραπται· « Ἀπέκτεινεν ὁ Θεὸς ἀεὸ πρωι τόκου Φαραὼ, ὅς κάθηται ἐπὶ τοῦ θρόνου ἕως τοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ. » Οὐαίοἱ καταβαίνοντες εἰς λάκκον ἁμαρτωλοί εἰσι αἰχμάλωτοι· ἀλλʼ ὁ ἀγσθὸς Θεὸς καὶ [*](67 PsaI. XXIII., 6. 68 Jerem. 11, 13. 69 PsaI. cvm, 4. 70 Luc. XII, 40. Rom. XII, 29. 73 sai. LXI, 1.) [*]((22) Τῶν πρὸς τέν Θεόν, etc. Codex Daroccianus, partimnque Catena Corderii; Origeni ?? ascribil Daniel Barbarus.)

1285
καὶ κηρύσσει αὐτοῖς ἄφεσιν. « Πνεῦμα γὰρ Κυρίου ἐπʼ ἐμὲ, οὗ ἕνεκεν ἕχρισέ με, εὐαγγελίσασθαι πτω- χοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν ναὶ τυφλοῖς ἀνάβλεψιν. »

Εἰσάκουσον, Κύρριε, τῆς δεήσεως μου ἐν τῷ πέαααιτθαί με πρὸς σὲ, ἐν τῷ αἵρειν με χεῖράς μο πςὸς ναὸν ἅγιόν σου, κ. τ. ἑ. Εἰ ναός ἐστιν (23) ὁ ἔχων Θεὸν, ὁ Θεὸς δὲ ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, ναὸς ἄρα ἐστὶν ἅγιος ὁ Χριστὸς, πρὸς ὅν αἴρει τις καὶ ὑψοῖ τὴν ἑαυτοῦ ψυχὴν διὰ τῶν ἀρετῶν.

Τοῦ αὐτὸ. Ἐμοὶ δοκεῖ διαφέρειν (24) εὐχὴ δεήσεως, καὶ δοκεῖ μοι ὁ Ἀπόστολος πλείονα ὀνόματα εἰς ταύτην τὴν διαφορὰν διαθίσθαι λέγων· « Παρακαλῶ πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς. ἐντεύξεις, εὐχαριστίας,» μείζονα λέγων ὡς ἐμοὶ δοκεῖ τῆς δεήσεως τὴν προσευχὴν, καὶ τούτων τὴν ἔντευξιν, πάντων δὲ τὴν εὐχαριστίαν. Εἴποιμʼ ἂν οὖν, ὅτι τοῦ ἔτι ἐνδεοῦς, καὶ οἶς ἕτι ἐνδεῖ τινα, τούτων ἐστὶν ἡ δέησις. υτε δὲ τὸ ἀξίωμα τοῦ Θεοῦ νοήσας αἰτῶ τι παρὰ τοῦ Θεοῦ, τότε προσεύχομαι· ὅταν δὲ φίλος ἐπὶ πλεῖον γένωμαι, τότε εὐχαριστῶ τῷ Θεῷ. Ἐν τῷ αἴρειν με χεῖρας πρὸς ναὸν ἅγιόν σου. » Πολλάκις ἐλέγομεν περὶ τῆς ἐπάρσεως τῶν χειρῶν. Ἐπῆρε Μωῦσῆς τὰς χεἵρας, καὶ κατίσχυσεν ὁ Ἰσραήλ. ὅτε δὲ καθῆκε τὰς χεῖρας, κατίσχυσεν ὁ Ἀμαλήκ· καὶ, « Ἐπαίροντες ὁσίους χεἴρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ » καὶ, « Ἕπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.» Εἴποιμι ἄν οὖν, ὅτι αἱ χεῖρες ἡμῶν εἰσιν αἱ κατὰ θεοσέβειαν πράξεις. Ἐὰν θησαυρίζωμεν ἐν οὐρανοῖς, ἔχομεν τὰς χεῖρας ἐπηρμένας πρὸς τὸν Οεὸν, καὶ νικῶμεν τὸν ἐχθρόν· ὅταν δὲ ἡμῶναἱ χεῖρες κάτω γένωνται, ἀνάγκη ἡμᾶς νικᾶσθαι. Ὅταν οὖν ἐπαίρω τὰς χεῖράς μου πρὸς τὸν Θεὸν, καὶ διὰ τῶν χειρῶν τῆς ψυχῆς ὑψῶμαι πρὸς αὐτὸν, νικᾶται ὑπʼ ἐμοῦ ὁ Ἀμαλὴκ, καὶ οὐδαμοῦ ἐστιν. Οὐκοῦν δεῖ ἐπαίρειν χεῖρας πρὸς ναὸν ἅγιον τοῦ Θεοῦ. Ὁ ναὸς δὲ τοῦ Θεοῦ δόξα ἐστὶ τοῦ Θεοῦ.

Μὴ συνελκύσῃς με μετὰ ἁμαρτωλῶν, καὶ μετὰ ἔργαίομένων ἀδικίαν μὴ συναπολέσῃς με, κ. τ. ἐ. Εἰ ἐφʼ ἡμῖν (25) ἑκάτερον, τί τῶν ἀγαθῶν Θεῷ τὴν αῖτίαν ἀνέθηκεν; Ἀλλʼ ὅτι ὅτε συνέλκει πρὸς τοὺς τοιούτους Θεὸς τὸν σῶσαι δυνάμενον; Τοιγαροῦν τελωνῶν φίλος ἤκουσεν ὁ Σωτὴρ, μηδὲν ἐξ ἐκείνων σλαπτόμενος. Τοιαύτην οὖν ἕξιν ἀναλαβεῖν αἰτεἲ. Ἴσως δὲ τοὺς πάνυ ἁμαρτωλοὺς παραιτεῖται, ὁποίους πάγει τοὺς ὅ μὴ φρονοῦσι λαλοῦντας. Εὶ γὰρ καὶ ετὰ πόρνης γέγονεν ὁ Σωτὴρ, ἀλλʼ ᾀδούσης εἰρηνικὰ εαὶ τἀναντία λογιζομένης.

Τοῦ αὐτοῦ. Τίς χρεία ταῦτα λέγεσθαι (26); ἤτοι ἀρ ποιεῖς τὴν ἀνομίαν, καὶ συναπολλύει σε, καὶ μάην λέγεις ταῦτα πρὸς Θεόν· ἢ οὐδὲν ποιεἳς ἄνομον, αἱ οὐκ ἀπολλύει ὁ Θεός. Ὁ Θεὸς γὰρ οὐχ οὕτως ἄδιός ἐστι. Τολμῶμεν οὖν ἀπὸ τοῦ Εὐαγγελίου, καὶ λέγομεν, [*](74 ITi. n, 1. Εsod. XVa, 11. sI Tim. n, 8. ¹ Psal. cxi, 2.) [*]((23) Εἰ ναός ἐστιν, etc. Schedæ Grabii, et codex Coislinianus.) [*]((24) Ἐμοὶ δοκεῖ δυιφέρειν, etc. Codex Baroce. Catena Barbari.)

1288
ὅτι ὁ Θεὸς συνέλκει τὸν δίκαιον μετὰ ἁμαρτωλῶν, συνέλκει τὸν δίκαιον διὰ τοὺς ἀμαρταλοὺς. καὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἵνα σωθῶπππν. Οἱ δὲ μὴ εἰδότες τοῦτο τὸ μυστήριον ἐνεκάλουν τῷ Ἰησοῦ, λέγοντες· « Ἐσθίεις καὶ πίνεις μετὰ τῶν ἁμαρτωλῶν. » Αὐτὸς δὲ μακρὰν ἦν τῆς ἀπʼ αὐτῶν βλάβτε. πρὸς τὸ καὶ ὠφελεῖν αὐτούς. Οὕτω καὶ εἴτις Χρισππῦ μιμητὴς τοῦτο ποιεῖ. Ἐὰν μέντοιγέ τις μὴ παρεσκευασμένος ἦ. μηδὲ δύναμιν ἕχων, ἐμβάλληται εἰς τοσοῦτον κίνδυνον, ὥστε γενέσθαι μετὰ ἀμαρτων καὶ τῶνἐργαζομένων τὴν ἀνομίαν, οὕτε ἐκείνους ὡςελήσει, καὶ ἑαυτὸν προσαπολέσει. Τοιγαροῦν καὶ ἐν θάδε ὁ προφήτης παρασκευάζειν ἑαυτὸν βούλεται. ὥστε δύνασθαι μὲν εἶναι μετὰ ἁμαρτωλῶν καὶ ἐργαζομένων ἀνομίαν, μὴ συνελκυσθῆναι δὲ αὐτοῖς. Ἰπως δὲ καὶ τοὺς τὰ ἀνίατα ἁμαρτάνοντας παραιτεῖται, τοῦτο λέγων. Καὶ γὰρ προσέθηκε· « Τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν καρδίαις αὐτῶν. » Σφόδρα γὰρ ἀσεβεῖς, ὅτι οὕτε ὡς φίλοι διάκεινται, οὕτε ὡς ἐχθροὶ λαλοῦσιν, ἀλλʼ ἔχουσι μὲν τὴν ἔχθραν ἐν ἑαυτοῖς, λόγοις δὲ εἰρηνικοῖς ὑποκρίνονταιφιλίαν. Τῶν δὲ τοιούτων ἀνθρώπων μιαρώτερον οὐκ ἕστι. Τοὺς οὖν τοιούτους ὁ δίκαιος παραιτεῖται. Ὁρᾶτε γὰρ ὡς καὶ ὁ Σωτὴρ ἡμῶν μετὰ ἁμαρτωλῶν ἐγένετο καὶ μετὰ πόρνης, οὐ μέντοι λαλούσης μὲν εἰρηνικὰ, κακὰ δὲ ἐχούσης ἐν τῇ καρδίᾳ ἑαυτῆς. Η εὕ. χεται λόγων· Ἐπεὶ πάντως τῷ ἀδικοῦντι ἀπώλεια ἕπεται, δικαιοσύνην παρέχων μοι, μὴ ἐάσῃς με ἐν ἀδικίᾳ γενέσθαι, ὅπως μὴ ἀπόλωμαι μετὰτῶν ἐργαζομένων αὐτήν.

Δὸς αὐτοῖς, Κύωε, κατὰ τὰ ἕργα αὐτῶνο καὶ κίιτὰ τὴν πονηρίαν τῶν ἐιτηδευμάτων αὐτῶν, κ.τ.ἐ. Αἰτεῖ αὐτοὺς (29) κακωθῆναι διὰ παιδείας, ὅπως ἄν παύσωνται πλημμελοῦντες. Ἔργα δὲ λέγει τὰ κρυπτά· κακὰ γὰρ ἐν ταῖς καρδίαις ἐλάλουν.

Τοῦ αὐτοῦ. Διδασκόμεθα ὑπὸ τοῦ λόγου (24) ἀποθέσθαι πάντα τὰ ἁμαρτήματα· εἰ γὰρ οὐκ ἐσμὲν καθαροὶ, δεῖ ἡμᾶς κολασθῆναι, ἵνα παιδευθῶμεν. « Κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν, » φησὶ, « δὸς αὐτοῖς ὡσεὶ ἕλεγε· Κατὰ τὰ κρυπτὰ τῶν ἔργων ἀπεόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς. Ὁ διορατικὸς ἐππστημονικῶς τοῖς πράγμασι προσερχόμενος ὡς βλαπτικὰ τὰ φαῦλα ἀποστρέφεται, αἱρούμενος τὰ ἀγαθὰ, ὡφέλεμα ὄντα. Ὁ δὲ φαῦλος, ἡδονῇ θελγόμενος, ἐργάζεται τὰ κακὰ, οὐχ ὁρῶν αὐτῶν τὸ βλαβερόν. Ἐπεὶ οὖν λογικῶς οὐκ αἰσθάνεται τῶν βλαβερῶν, εὔχεται ὁ ἄγιος ἀποτῖσαι αὐτῷ κατὰ τὰ ἕργα αὐτοῦ ἐπίπονα, ὅπως ἂν διὰ τοὺς πόνους ἀποστραφῇ τὰ κακὰ, αἴτια κολάσεως αὐτῷ γεγενημένα.