Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ὠσεὶ ὔδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πὰντα τὰ ὀστα μου, κ. τ. ἑ. Ὀστᾶ τῆς σοφίας (59) τὰ ἅγια δόγματα τῆς Ἐκκλησίας ἐστὶν, ἅπερ ἐν τῷ Πάσχα τοῖς Ἰουδαίοις μὴ συντρίβειν νενομοθέτηται· ι « Ὀσιοῦν » γὰρ. φησὶν, « οὐ συντρίψετε αὐτοῦ. Ἐκχεῖται δὲ ς ὑπὸ τῶν πρεσβευόντων αὐτὸν ὑδαρῶς, καὶ ὑπὸ τῶν εἰς οὐκ ἐπαιτήδεια σκεύη λαλούντων αὐτὸν, καὶ ἐκχεόντων· διασκορπίζεται δὲ πάντα τὰ ὀστᾶ τοῦ λόγου ὑπὸ τῶν μὴ σωζόντων αὐτοῦ τὸ ὕψος, ἀλλὰ τὴν ἐν ταῖς Γραφαῖς ἁρμονίαν αὐτοῦ διαλυόντων, ὥστε εἶναι παρὰ μὲν τῷδέ τινι τόδε ὀστέον αὐτοῦ, παρὰ τῷδέ τινι ἕτερον, καὶ ἕτερον παρʼ ἑτέρῳ. Ὁ δὲ ἐν τῷ τελείῳ Θεὸς συνάγει ὀστοῦν πρὸς ὀστοῦν, καὶ ἁρμονίαν πρὸς ἁρμονίαν ἐκ τοῦ ὄντος Ἰσραήλ. Ἤ κατὰ τὸ, « Ἐλέησόν με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, » ἐστί τινα τῆς ψυχῆς νοητὰ ὀστᾶ.
Καὶ εἰς χοῦν θανάτου κατήγαγές με, κ. τ. ἑ. Οὐκ εἰς θάνατον (60), ἀλλʼ εἰς χοῦν θανάτου κατήχθη ὁ Χριστός· οὐ γὰρ ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδου κατελήφθη, καὶ ἡ σὰρξ αὐτοῦ οὐκ οἶδε διαφθοράν.
Διεμερίσαντο τὰ ἱμάτιιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματαισμόν μου ἕβαλον κλῆρον, κ. τ. ἑ. Ἰουδαῖοι μὲν (61) τὸν γραπτὸν νόμον τηροῦντες καὶ τὰ αἰσθητὰ μάτια τοῦ Λόγου διαμερίζονται· ἡμεῖς δὲ τὸ πνεῦμα τοῦ λόγου φυλάσσοντες, τὰ νοητὰ ἱμάτια τοῦ Σωτῆρος μῶν διαμεριζόμεθα, εἰς Χριστὸν βαπτιζόμενοι, καὶ ??ὐτὸν ἐνδυόμενοι ὡς σοφίαν καὶ ἀλήθειαν καὶ δικαιούνην.
Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, κ. τ. ἑ. Η δυναμένη τὴν ψυχὴν (62) πλῆξαι ῥομφαία νοητὴ ρα ἐστὶ, περὶ ἦς εἴρηται· « Καὶ σοῦ δὲ αὐτῆς τὴν υχὴν διελεύσεται ῥομφαία. » Ῥομφαία τοίνυν ἐστὶ εκτὴ πειρασμὸς εἰς ἀπιστίαν Θεοῦ προσκαλούμενος ην ψυχὴν, ἢ γνῶσις ψευδώνυμος, ἢ λογισμὸς ἀκάκρτος εἰς ἁμαρτίαν ἐφελκόμενος τὴν ψυχήν· ὅπερ υμβαίνει τοῖς τὴν πρακτικὴν κατορθοῦν βουλομέις.
Κὰν ἐκ χειρὸς κυνός τὴν μονογενῆ μου, κ. τ. ἑ. ?? ἐκ τούτου (63) τοῦ κυνὸς γεννώμενα καὶ αὐτὰ κυρια ὀνομάζεται, περὶ ὧν εἴρηται· « Οὐκ ἔστι καλὸν βεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναοις.
Δισγήσομαι τὸ ὅνομά σου τοῖς ἀδελφοῖς μου, τ. ἑ. Ταῦτα οἱονεὶ (64) ἀναστάντος ἐκ νεκρῶν ὑπʼ τοῦ λέγεται, καὶ ἐπακουσθέντος ἐφʼ οἶς προσηύτο.
Παχὰ σοῦ ὁ ἔπανός μου ἐν Ἐκκλησίς μεγάλῃ, τ. ἑ. « Ἐν τῷ Κυρίῳ (65) ἐπαινεθήσεται ἡ ψυχή ??, » τουτέστιν οὐκ ἐν εὐγενείᾳ οὐδʼ ἐν πλούτῳ, ἀλλʼ σοφίᾳ καὶ δικαιοσύνῃ.
Φἀγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ [*](21 Joan. XIX, 30. 22 Psal. VI, 3. 23 Luc. 11, 35. 24 Math.αν, 26. » Psal XXXIII, 3.) [*](Grabi, partimque Corderius, et codex Coislinianus,) [*]((63) 7ὰ ἐκ τούτου, etc. Codex Coislinianus, schedæ Grabi.) [*](64) αῦτα οθονεί, cic. Corderius.) [*](65) Ἐν τῷ Κhρῳ, etc. Codex Coislinianus.)
Μνησθήσανται καὶ ἐπιστραφήσονταν πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, κ. τ. ἑ. Μετά τὴν γνῶσιν (66) ἡ λήθη, καὶ μετὰ τὴν λήθην ἡ μνήαη. Καλῶς τε, « μνησθήσονται, » τέθεικεν· ὑπὸ τοῦ θεοῦ γὰρ τὸ εἶναι δεξάμενοι, τοῦ δημιουργήσαντος μπσθήσονται, καὶ μνησθέντες ἐπιστραφήσονται, οὐχ ἔν ἔθνος, ὡς εἴρηται, οὐδὲ δύο, ἀλλὰ πάντα τὰ πέρατα τῆς γῆς, τῷ τῆς θεογνωσίας φωτὶ φωτιζόμενα.