Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ὁ Θεὺς, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλπτές με, κ. τ. ἑ. Αὕτη ἡ φωνὴ (49) τοῦ Κυρίου Χριστοῦ, τῷ σταυρῷ προσηλωμένου, καὶ ἄλλως δὲ τυποῖ τὸ ἡμέτερον πάθος. Ἡμεῖς γὰρ ἦμεν οἱ ἐγκαταλελειμμένοι καὶ παρεωραμένοι πρότερον· εἶτα νῦν προσειλημμένοι καὶ σεσωσμένοι τοῖς τοῦ ἀπαθοῦς πάθεσιν, ῶσπερ τὴν ἀφροσύνην ἡμῶν καὶ τὸ πλημμελὲς οἰκειούμενος, διὰ τῶν ἑξῆς τοῦ ψαλμοῦ φησι· « Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.» Ὡς ἔλεγε (50)· Μακράν με ποιοῦσι τῆς σωτηρίας αἱ ἁμαρτίαι.
Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς ὁ ἔπαινος τοῦ Ἰσραὴλ, κ. τ. ἑ. Ἐντεῦθεν μανθάνομεν (51), ὅτι αὐτοέπαινός ἐστιν ὁ Κύριος, καὶ ἔπαινος μακρὰν τοῦ Ἰσραήλ.
Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, κ. τ. ἑ. Ὁ σκώληξ (52) οὐκ ἐκ συνδυασμοῦ γεννᾶται, ἀλλʼ ἀπὸ ξύλου, καὶ κατεσθίει ξύλα, χόρτον, καλάμην. Τάχα καὶ ὁ Θεὸς ἡμῶν πῦρ ἐστι καταναλίσκον τὴν μοχθηρὰν καὶ εὔπρηστον ὕλην. Εἰ δὲ ξύλα καὶ αἱ λογικαὶ ὀνομάζονται φύσεις «Σὲ» γὰρ, φησὶν, « ἐζήλωσαν πάντα τὰ ξύλα τοῦ παραδείσου, » ἐν δὲ ταύταις πέφυκε γεννᾶσθαι Χριστὸς ὡς σοφία, καὶ δικαιοσύνη· καλῶς ὁ Χριστὸς ὀνομάζεται σκώληξ ἐν τοῖς τοιούτοις ξύλοις γενόμενος. Ἀλλὰ καὶ ὡς σκώληξ δέλεαρ γέγονε τῷ διαβόλῳ καὶ τοῖε ἀγγέλοις αὐτοῦ· καὶ εὑρίσκεται μὲν τῷ σοφῷ εὐθὺς, τῷ δὲ ἄφρονι σκολιός. Τίνεται δὲ καὶ ἡμῖν ἁμαρτάνουσι σκώληξ, τὴν συνείδησιν ἡμῶν διελέγχων καὶ κατατρώγων.
Ὅτι σὺ εἷ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μηερός μου, κ. τ ἑ. θεὸν γὰρ γενόμενον (53) ὁ Πατὴρ ἐμαιεύσατο· οἶμαι δὲ καὶ μόνον τῶν εἰς γένεσιν ἐληλυθότων, ἐπεὶ καὶ μόνος ἐξ ἁγίου Πνεύματος ἦν. Εἰ δὲ ἐλπίζειν δει ἔτι γαλακτοδοτού μενος τελειότητι, πρὸς τὸ, «ἐκπάσας με, » λεχθείη ἃν, ὅτι καὶ ἵνα μὴ ἐξέλθῃ τῆς ??αστρὸς, ἐπεβουλεύετο καὶ ἐκωλύετο, ὡς δοῖσθαι τοῦ θεοῦ ἐκσπῶντος αὐτὸν ἀπὸ γαστρός. Τάχα δὲ καὶ τάντα τὸν γεννώμενον ἀόρατός τις δύναμις ἐκσπᾷ πὸ τῆς γαστρός· ἁγία μὲν, ὡς τὸν Παῦλον ἀφοριόμενον ἐκ κοιλίας μητρός· χείρων δὲ, ὡς τοὺς ἀπηλοτριωμένους ἀπὸ μήτρας ἁμαρτωλούς. Μόνον δὲ τὸν ωτῆρα αὐτὸς ἐξέσπασεν ὁ Πατὴρ ἀπὸ τῆς γαστρὸς, στε αὐτὸν τοῦ ἐξαιρέτου αἰσθανόμενον εἰρηκέναι ??. « Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· » τῶν ἰλῶν ἀνθρωπων οὐκ ἐκσπασμένων, ἀλλʼ ἐξερχομέ??ον· « Ἐξῆλθε » γὰρ, φησὶν, « ὁ Ἡσαῦ ὡσεὶ δορὰ ??σύς. » Διὰ τοῦτο δὲ μόνος οὐ γέγονεν ἐν τῇ τῶν [*](14 Ezech. xxxi, 9. 15 Gen. xxv, 25.) [*]((49) Αὕτη ἡ φωνή, etc. Corderius, qui et silia fere habet sub nomine Gregorii Nazianni.) [*]((50) Ὡς ἔλεγε, etc. Codex Coislinianus, et sche Grabii.)
Ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου, ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας, κ. τ. ἑ. Ἐνὼς ἤλπισεν (54) ἐπικαλεῖσθαι τὸν Θεὸν, ἀλλʼ οὐκ ἀπὸ μαστῶν τῆς μητρός· ὁ δὲ Χριστὸς πρὶν ἢ γνωσθῆναι ἀγαθὸν ἢ κακὸν, ἐξελέξατο τὸ ἀγαθόν· ὥστε καλῶς οὗτος; λέγεται ἠλπικέναι ἀπὸ μαστῶν τῆς μητρός. « Οὐκ ἔστι γὰρ, φησὶν, ἄνθρωπος, ὃς ζήσεται, καὶ οὐχ ἁμαρτήσει. »
Ἀπὸ γαστρός μηερός μου Θεός μου εἶ σὺ, κ. τ. ἑ ἐπεὶ ἅμα (55) τῷ γεννηθῆναι ηῦχετο, τάχα καὶ πρὶν γεννηθῆναι· ἦν γὰρ συνετώτερος Ἰωνᾶ ἐν κοιλίᾳ κήτους εὐχομένου.
Μὴ ἀποστῇς ἀπʼ ἐμοῦ, ὅτι Θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν, κ. τ. ἑ. Τάχα τὸ, « θλίψις (56) ἐγγὺς, » ἔλεγεν ἐπὶ τοῦ σταυροῦ κρεμάμενος, ἀναφέ ρων ἐπὶ τὰς ἐν ᾄδου πρὸς τὰς ἐκεῖ δυνάμεις περιστάσεις. Λέγει δὲ ταῦτα, οἱονεὶ οὐδενὸς τῶν ἀγγέλων αὐτῷ βοηθοῦντος. Οὐ γὰρ ἐτόλμησέ τις αὐτῶν ἕως ἐκεῖ συγκατσβῆναι.
Περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίυνες περιέσοχν με, κ. τ. ἑ. Ἀνάγοις δὲ ταῦτα (57) καὶ ἐπὶ τοὺς νοητοὺς δαίμονας, καὶ μόσχους νοήσεις τὰς ἐνεργούσας γήῖνα πονηρὰς δυνάμεις, διὰ τὸ γεωπόνον εἶναι τὸ ζῶον· ταύρους δὲ πίονας διὰ τὸ πολυμαθὲς τῆς κακίας τὰς τῶν ἀπατηλῶν ῥημάτων προϊσταμένας δυνάμεις καὶ διʼ αὐτῶν τοὺς ἀνθρώπους κερατιζούσας· λέοντα δὲ τὸν διάβολον ὠρυόμενον καθʼ ἡμῶν, καὶ πολλοὺς καθαρπάζοντα, ἀφʼ οὖ λέοντος ἐξέσπασεν ὁ ποιμὴν ὁ καλὸς δύο σκέλη καὶ λοβὸν ὠτίου, διὰ παρακοῆς μὲν καταπίνοντος τὸ ὧς τῆς ψυχῆς τοῦ ἀνθρώπου, διὰ δὲ τῶν σκελῶν τὴν πορείαν αὐτῆς.
Τοῦ αὐτοῦ. Ζητήσεις δὲ (58) ἀπὸ τοῦ, « Περιεκύκλωσάν με μόσχοι πολλοὶ, » πότερον τὰ μὲν λέγτπαι πρὸ τῆς ἐξόδου, τὰ δὲ περὶ τῶν μετὰ τὴν ἔξοδον. ἢ πάντως περὶ τῶν μετὰ τὴν ἔξοδον. Καὶ εἰκός γε ὄτι ἐώρα περιεστηκυίας δυνάμεις βουλομένας τὴν ψοχή αὐτοῦ παραλαβεῖν, καὶ καταβιβάσαι ἐν σκυθρωποτέροις χωρίοις.
[*](19 Jerem. 1, 5. 20 III Reg. VIII, 46.)[*]((57) Ἀνάγοις δὲ ταῦτα, etc. Schedæ Grabii, partimque Corderius apud quem incerto auctur tribuuntur.)[*]((58) Ζητήσεις δέ, etc. Schedæ Grabii.)