Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, κ. τ. ἑ. Δοκεῖ μοι (72) τοὺς συγκαταβάντας τῷ Σωτῆρι ἀγγέλους [*](35 Psal. CXLVI, 1. 36 Psal. 1, 6. 37 Psal. LXVIII, 22. 38 Psal. XXI, 19. 39 Psal. XVII, 45. 40 Isa. LII, 13.) [*]((72) Δοκεῖ μοι, etc. E schedis Grabii et codice Coisliniano.)

1105
ἀγανακτοῦντας ἐπὶ τῇ κατʼ αὐτοῦ ἐπιβουλῇ βασιλέων καὶ ἀρχόντων τῶν ἀοράτων εἰρηκέναι τοὺς τέσσαρας πρώτους στίχους, ἅμα καὶ ἐπαποροῦντας τί δήποτε ταῦτα γίνεται. Εἶτʼ ἐπείπερ αὐτοὶ ἦσαν οἱ τοὺς ἀνθρώπους δήσαντες, καὶ τὸν ἑαυτῶν ἐπιθέντες αὐτοῖς ζυγὸν, ἀποκρίνεται πρὸς τοὺς ἀγγέλους ὁ Υἱὸς τοῦ Θεοῦ, προτρέπων αὐτοὺς ἐπὶ τὸ μιμήσασθαι αὐτὸν ῥηγνύντα τοὺς δεσμοὺς τῶν ἁμαρτωλῶν, καὶ ἀποῤῥιπτοῦντα τὸν ζυγὸν αὐτῶν. Διαῤῥήξωμεν καὶ ἡμεῖς τοὺς δεσμοὺς οἷς ἐδέθημεν ἁμαρτάνοντες, ὅτι σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. Καὶ τάχα κρεῖττον τὸ δια ῤῥῆξαι τοὺς δεσμοὺς, ὡς Σαμψὼν, τοῦ λῦσαι αὐτοὺς, ὡς λέλυται τῆς Ἰερουσαλὴμ ἡ ἁμαρτία· ὅττι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Ὁ δὲ ἀποῤῥίψας ἀφʼ ἑαυτοῦ τὸν προειρημένον ζυγὸν δύναται χρηστὸν Ἰησοῦ ζυγὸν ἆραι, καὶ φέρειν τὸ ἐλαφρὸν αὐτοῦ φορτίον, καὶ γενέσθαι ὑποζύγιον αὐτοῦ· καὶ λύσουσι τὸν δεσμὸν αὐτοῦ οἱ μαθηταί.

Τότε λαλήσει πρός αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς, κ. τ. ἑ. Οἱ λόγοι τῶν ἀπειλῶν (73), λόγοι εἰσὶν ἐν ὀργῇ ἀπαγγελλόμενοι. Ὑπισχνεῖται δὲ ὁ Θεὸς μετανοήσειν ἀπὸ τῶν κακῶν ὧν λαλεῖ τοῦ ποιῆσαι, ἐὰν μετανοήσωσιν οἱ ἀκούοντες. Ἐλάλησε δὲ ἐν ὀργῇ αὐτοῦ διὰ Ἰωνᾶ ὁ Θεὸς τοῖς Νινευΐταις· καὶ ἐπεὶ ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν, οὐδὲν πεπόνθασιν ὧν ἀκηκόασι. Προεγίνωσκέ τε ὁ Θεὸς, πέμπων τὸν Ἰωνᾶν, τὴν ἐσομένην μετάνοιαν· ἐπὶ σωτηρίᾳ δηλονότι αὐτὸν ἔπεμπε τὸν Ἰωνᾶν. Τάχα δὲ καὶ ἐνθάδε ἐπὶ σωτηρίᾳ λαλήσει πρὸς αὐτοὺς τοὺς ἁμαρτάνοντας, ἐν ὀργῇ αὐτοῦ. Οὐ γὰρ εἶπε· Κολάσει αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ μὴν μετανοήσαντας.

Τοῦ αὐτοῦ. Διαφέρει δὲ θυμὸς ὀργῆς (74), ὥς φασι καὶ οἱ περὶ τὰ ὀνόματα δεινοὶ, τῷ θυμὸν μὲν εἶναι ὀργὴν ἀναθυμιωμένην καὶ ἔτι ἐκκαιομένην, ὀργὴν δὲ ὄρεξιν ἀντιτιμωρήσεως. Οἱονεὶ οὖν ἀτελέστερος τῆς ὀργῆς ἐστιν ὁ θυμὸς, καὶ ἤδη πρὸς τὸ ἀποτέλεσμά τι ἐστὶν ἡ ὀργή. Ἀκουστέον δὲ τῆς ἀντιτιμωρήσεως νῦν ὡς πρὸς τὴν ἡμετέραν χρῆσιν ἀντὶ τῆς κολάσεως τῆς ἐπὶ τοῖς ἡμαρτημένοις, καὶ τῆς ὀρέξεως ἀντὶ τῆς θελήσεως. Ὅτι μέντοιγε καὶ κατὰ τὴν θείαν Γραφὴν ἔλαττόν τί ἐστιν ὁ θυμὸς τῆς ὀργῆς, δῆλον ἐκ τοῦ λέγεσθαι ἔλεγχον μὲν θυμῷ γίνεσθαι, παίδευσιν δὲ ὀργῇ. « Κύριε » γὰρ, φησὶ, « μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. » Ἐλέγχεται δὲ ὁ ἔτι ἐλπίδα ἔχων θεραπείας τῆς χωρὶς βασάνων διὰ λόγου καθαπτομένου· ὁ δὲ μηδὲν ἀπʼ ἐλέγχου ὠφεληθεὶς χρῄζει παιδεύσεως τῆς διὰ μαστίγων καὶ ῥάβδων. Πᾶσα γὰρ παιδεία πρὸς τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς διʼ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. Λαλήσει τοίνυν ὁ Θεὸς πρὸς τοὺς ἡμαρτηκότας οὓς ἐκγελᾷ καὶ μυκτηρίζει ἔτι ὄντας ἐν τοῖς παραπτώμασι, καὶ διʼ ἀναισθησίαν μέγα φρονοῦντας [*](⁴1 Jon. III. 42 Ps. VI, 1.) [*]((73) Οἱ λόγοι τῶν ἀπειλῶν, etc. E codice Barocciano, et e Catena Corderii. Eatine exstant in Catena Barbari.)

1108
ὡς ἐπὶ ἀγαθοῖς τοῖς ἰδίοις κακοῖς, ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ ἐμφήνας τὸ θυμοῦσθαι, ταράξει αὐτούς. Οὐ γὰρ ἀθρόως ἐπάγει, προεπιστρεπτικοῦ λόγου τεθυμωμένου φόβῳ μετάνοιαν αὐτοῖς ἐμποιῆσαι δυναμένου, βασάνους καὶ κολάσεις πρὶν ἀπειπεῖν αὐτοὺς τὴν διὰ τῶν φιλανθρωποτέρων θεραπείαν· Θεσσαλονικεῦσι γοῦν γράφων ὁ μακάριος Παῦλος περὶ Ἰουδαίων τῶν σταυρωσάντων τὸν Κύριον, φησίν· « Ἔφθασεν ἐπʼ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. » Ἢ οὐκ ἔφθασεν ἐπ᾿ αὐτοὺς διὰ προφήτας ἡ προαναφωνηθεῖσα ὀργὴ παθόντας ὑπὸ Ῥωμαίων πάντα δεινὰ καὶ ἀνήκεστα;

Αἴτησαι παρʼ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, κ. τ. ἑ. Τέθειται γὰρ ὡς ἄνθρωπος κληρονόμος πάντων οἰκονομικῶς, ἵνα λοιπὸν ὡς αὐτῷ προσήκοντά τε καὶ ἴδιον ἀνασώσῃ κλῆρον τοὺς ἐπὶ τῆς γῆς ἀνοσίως διεσπαρμένους ὑπό τε τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν· οὐ καὶ εἰς πέρας ἐνηνεγμένου, πρὸς τὸν ἑαυτοῦ Πατέρα φησὶ περὶ ἡμῶν· « Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας. » Ἄθρει δὴ οὖν ὅπως εἰς τὸν ὑπάρχοντα αὐτῷ πλοῦτον κατὰ φύσιν ἅνεισι καὶ μετὰ σαρκός. Εἰ γὰρ ἦσαν οἱ ἐν κόσμῳ τοῦ Πατρὸς, κατά τινα τρόπον νοηθεῖεν ἂν τοῦ συμβουλεύοντος αὐτῷ Λόγου· τοιγάρτοι καὶ ἔφασκε· « Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Πῶς οὖν αἰτεῖν προστάττεται. καὶ δέχεται μὲν εἰς κληρονομίαν ἔθνη, κατάσχεσιν δὲ ποιεῖται τὰ πέρατα τῆς γῆς; Ἀποσκιρτήσαντα γὰρ ἐξιτήλως τὸν ἄνθρωπον δουλείας τῆς ὑπὸ Θεοῦ, διασῶσαι θέλων τοῦτον Γενεσιουργὸς καὶ Πατὴρ πέπομφεν εἰς τόνδε τὸν ἐνεστηκότα κόσμον τὸν μονογενῆ Λόγον, ἵνα γενόμενος σὰρξ, καὶ χωρηθεὶς, καὶ φύσει ἀστραφὴς, κηρύξῃ αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Οὐκοῦν κἂν εἰ λέγοιτο λαβεῖν, καὶ τεθεῖσθαι κληρονόμος διὰ τὸ ἀνθρώπινον, οὐκ ἀγνοήσωμεν τὴν οἰκονομίαν.

Τοῦ αὐτοῦ. Τὴν κληρονομίαν (75) λέγει τὴν λογικὴν φύσιν, ἣ καὶ αὐτὴ κληρονομεῖ ὡς σοφίαν, οὕτω καὶ γνῶσιν, καὶ ἀλήθειαν, καὶ δικαιοσύνην. Ἔστι δὲ ἡ κληρονομία τῆς λογικῆς φύσεως θεωρία τῶν σωματικῶν καὶ τῶν ἀσωμάτων, καὶ τούτων ἀπάντων αἰτίου Θεοῦ.

Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς, κ. τ. ἑ. Καὶ παρὰ τῷ Ἀποστόλῳ (76) ἡ ἐκπληκτικωτέρα ἀγωγὴ, ἦς δέονται οἱ ἁμαρτάνοντες καὶ οἱ ἀσθενέστεροι τῶν πεπιστευκέναι νομιζομένων, ῥάβδος ὀνομάζεται, λέγοντι· Τί θέλετε; ἐν ῥάβδῳ ἕλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ, πνεύματί τε πραότητος; » Καὶ ἔτι πρότερον παρὰ τῷ Προφήτῃ τοῖς ἁμαρτάνουσιν ὁ θεῖος λόγος ἀπειλεῖ ῥάβδον καὶ μάστιγας, ἐπὶ τῷ τὸν ἔλεον μὴ ἀποστῆσαι ἀπὸ τοῦ Πατρὸς αὐτῶν, τουτέστι τοὺ Χριστοῦ, τοιαύτης θεραπείας δεομένων. « Ἐπισκέψομαι » γὰρ, φησὶν, «ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, [*](43 I Thess. 11, 16. 44 Joan. XVII, 6. 45 ibid. 10. 46 I Cor. IV, 21. 47 Ps. LXXXVIII, 33, 34.) [*]((75) Τὴν κληρονομίαν, ete. E schedis Grabii.) [*]((76) Καὶ παρὰ τῷ Ἀπεστό τῷ, etc. E codice Barocciano. et schedis Combefisii. Latine exstant aped Barbarum.)

1109
καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπʼ αὐτοῦ. » Διὰ τοῦτο καὶ αὐτὸς ὁ Χριστὸς ῥάβδος εἶναι παρὰ τῷ Ἡσαῒᾳ λέγεται. Ἀλλʼ ἐπεί τινες οὐ δέονται τῆς ἐν σκληρότητι ἀγωγῆς ἑαυτοὺς παρέχοντες ἀξίους τῆς χρηστότητος τῶν θεωρημάτων τοῦ λόγου, καὶ ἄνθος ταρὰ τῷ αὐτῷ προφήτῃ ὀνομάζεται· « Ἐξελεύσεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαῖ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπʼ αὐτὸν Πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ. » 'Ράβδου τοίνυν δέονται ποιμαινούσης οἱ κτηνωδέστεροι τῶν τῷ Θεῷ διὰ Χριστοῦ προσερχομένων. Ἀναγκαῖον δὲ ἀκολούθως σῶσαι πῶς ὁ Πατὴρ τῷ Υἱῷ φησιν ὁ δοὺς αὐτῷ κληρονομίαν τὰ ἔθνη, καὶ κατάσχεσιν τὰ πέρατα τῆς γῆς· « Ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς.» Τίς γὰρ δίδωσι κληρονομίαν ἐπὶ τῷ συντριβῆναι αὐτὴν ὑπὸ τοῦ κληρονομοῦντος; Δεικτέον οὖν ἀπὸ τῶν Γραφῶν τὴν συντριβήν τινων κεῖσθαι ἐπʼ ὠφελείᾳ. Εὕρομεν δὴ ἐν τῷ πεντηκοστῷ ψαλμῷ τὸ, « Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει· » καὶ ἐν ἑτέρῳ προφήτῃ προστακτικῶς λεγόμενον τὸ, « Ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε. » Οὖκοῦν πνεῦμά ἐστιν ἐν ἧμῖν ὁ συντρίψαι δεῖ, ἵνα συντριβὲν γένηται θυσία τῷ Θεῷ. Καὶ τί ἂν ἄλλο τοῦτο εἴη ἢ τὸ χεῖρον, ὅπερ ὑγιὲς μὲν εἶναι δοκεῖ ὅτε ἐνεργεῖ· συντέτριπται δὲ, ὅτε λόγῳ Θεοῦ τὰς δυνάμεις αὐτοῦ συνεθραύσαμεν. Ἀλλὰ καὶ καρδία τις ἐν ἡμῖν ὑπάρχει ποτὲ μέγα φρονοῦσιν ἐπὶ μοχθηροῖς δόγμασι σεσωματοποιημένοις εἰς ἑνότητα εἱρμοῦ ἐπιβλάβη ὁλόκληρος νομιζομένη καὶ μετέωρος, ἣν ἀναγκαῖον συντρίψαι καὶ ταπεινῶσαι, ἵνʼ, οὕτως ἀποθεμένη τὸ τοῦ ἐξουθενεῖσθαι ὑπὸ Θεοῦ εἶναι ἀξία, γένηται ἐν προσαγωγῇ παρὰ τῷ ἀμειβομένῳ τοὺς αἰσθομένους ἑαυτῶν, καὶ κακίζοντας μὲν τὴν πονηρὰν αὐτῶν διάθεσιν, προσφεύγοντας δὲ τῇ χρηστότητι τοῦ μόνου εὐεργετῆσαι αὐτοὺς δυναμένου Θεοῦ. Σαφὲς δὲ καὶ ἐκ τῶν προειρημένων ναὶ τὸ, « Ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε. » Ὅνπερ οὖν τρόπον πνεῦμα καρδίαν συντετριμμένη θυσία προσακτέον τῷ Θεῷ, καὶ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην τῷ καλῶς αὐτὴν ἐν τούτοις γεγονέναι οὐκ ἐξουθενεῖ ὁ Θεὸς, καὶ ὀλολυγμὸν ἀπὸ συντριβῆς πνεύματος ἀναπεμπόμενον προσίεται· οὕτως συντριβήν τινα νοήσομεν ἣν ἐργάζεται ὁ Χριστὸς πειθόμενος τῷ δόντι αὐτῷ τὰ ἔθνη κληρονομίαν, καὶ τὴν κατάσχεσιν τὰ πέρατα τῆς γῆς, τὸ γεῶδες καὶ ὑλικὸν ἀπὸ τῶν παθῶν καὶ τῶν τῆς κακίας ἰδιωμάτων προσγενόμενον τῇ ψυχῇ συνθραύων, καθʼ ὃ εἰδωλολάτραι ἦσαν καὶ πόρνοι. Καὶ γὰρ λέγεται ἐν ἑβδομηκοστῷ ἑβδόμῳ ψαλμῷ· « Ὅτε ἀπέκτεινεν αὐτοὺς, τότε ἐζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεὸν, καὶ ἐμνήσθησαν, ὅτι ὁ Θεὸς βοηθὸς αὐτῶν ἐστι, καὶ ὁ Θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστιν. » Οὐκ ἅτοπον τοίνυν τὸ οὕτως ἀποκτίννυσθαι, [*](48 Isai. XI, I et seqq. 49 Ps. L, 19. 50 Isai. LXV, 11. 51 Ps. LXXVII, 31. 52 Jerem. IV, 2.)
1112
ἢ ὡς σκεῦος κεραμέως συντρίβεσθαι· καὶ γὰρ οἱ ἁμαρτωλοὶ, ὅσον εἰσὶν ἀμαρτωλοἰ, ἐλογίσθησαν, ὥς φησιν ὁ προφήτης Ἱερεμίας, εἰς ἀγγεῖα ὀστράκινα, ἔργα χειρῶν κεραμέως.

Τοῦ αὐτοῦ. Εἰ ποιμαίνει (77) κατʼ ἐπαγγελίαν Θεοῦ, ποιμὴν οὖν ὁ Χριστός. Ποιμὴν δέ ἐστι ποιμαίνων ἐν ῥάβδῳ σιδηρᾷ, καὶ ποιμὴν καλός.