Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Καὶ ἔσται ὡς τὸ ξύλον τό πεφυτευμένον πορὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ· καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· καὶ πάντα ὅσα ἂν᾿ ποιῇ, κατευοδωθήσεται, κ. τ. ἐ. Μετὰ ταῦτα παραληψώμεθα (58) τὸ παρὰ τοῦ Ἀκύλα λεγόμενον, « μεταπεφυτευμένον. » Πόθεν γὰρ τὸ ξύλον, περὶ οὗ ὁ λόγος, μεταπεφύτευται ἐπὶ ταῖς τῶν ὑδάτων διαιρέσεσιν΄ Ἡ γὰρ ἐῤῥιζωκὸς ἐν τῷ Πατρὶ, ἐπʼ εὐεργεσίᾳ πολλῶν μεταπεφύτευται, εἰς τὸ καὶ ἄλλους μεταλαβεῖν αὐτοῦ τῆς εἰκόνος, τῆς κατὰ τὸ μεταπεφυτεῦσθαι λαμβανομένης· οὐχ ὅτι οὐκ ἔστιν ἐν τῷ Πατρὶ (ἔστι γὰρ), ἀλλʼ ὅτι καὶ παρʼ ἑτέροις γεγένηται· ἦ καθʼ ἑτέραν ἐπιβολὴν ἡ ψυχή ἐστι τοῦ Σωτῆρος, ἣν ἔλαβεν, ἐντεῦθεν μεταπεφυτευμένη ἐπὶ τὸν παράδεισον, ὅπου καὶ τὸ Εὐαγγέλιόν φησιν αὐτὸν μετὰ τὸ [*](hæc exstant in codice Barocciano, et in schedis niss. Conibefisii, Latine antei in Catena Barbari. In Catena Corderii Gennadio tribuuntur.)
Οὐχ οὕτως οἱ ἀσεβεῖς· ἀλλ᾿ ἢ ὡς ὁ χνοῦς ὃν [*](4 Luc. XXIII, 45.)
Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, ἑ. Ἐντεῦθεν (60) οἱ ἁπλούστεροι τῶν πεπιστευκότων ὁρμώμενοι νομίζουσι τοὺς ἀσεβεῖς τῆς ἀναστάσεως μὴ τεύξεσθαι, τί νοοῦντες τὴν ἀνάστασιν, καὶ ποταπὴν τὴν κρίσιν φανταζόμενοι, οὐ πάνυ σαφηνίζοντες. Κἂν γὰρ δοκῶσι περὶ τούτων ἀποφαίνεσθαι, ἡ βάσανος αὐτοὺς διελέγξει τὰ ἐξῆς ἀκολούθως σώζειν μὴ δυναμένους. Ἐὰν οὗν πυνθανώμεθα τίνος αὐτῶν ἡ ἀνάστασις γίνεται, ἀποκρίνονται, ὅτι τῶν σωμάτων, ὦν νῦν περικείμεθα. Εἶτα προσεπερωτησάντων ἡμῶν πότερον τῆς οὐσίας αὐτῶν ὅλης, ἢ οὐχί; πρὶν βασανίσαι λέγουσιν, ὅτι ὅλης. Ἐὰν δὲ προσαπορήσωμεν συμπεριφερόμενοι τῇ ἀκεραιότητι αὐτῶν, εἰ συναναστήσεται τὰ ἀποῤῥεύσαντα ἐν φλεβοτομίαις αἵματα, καὶ αἱ σάρκες, καὶ αἱ τρίχες αἱ πώποτε γενόμεναι, ἢ μόναι αἱ πρὸς τῇ ἐξόδῳ θλιβόμεναι, εἰς τὸ τῷ Θεῷ ποιεῖν (61) ἃ βούλεται προστρέχουσιν. Οἱ δὲ γενναιότεροι αὐτῶν, ἵνα μὴ ἀναγκάζωνται τὰ αὐτὰ αἴματα συναγαγεῖν τῷ λόγῳ ἃ πολλάκις ἀποκριθῆναι τῶν σωμάτων ἡμῶν συνέβη, φασὶ τὸ ἐπὶ τέλει ἡμῶν ἀναστήσεσθαι σῶμα. Προσηπορήσαμεν δὲ διὰ τὸ τρεπτὴν εἶναι τὴν σωματικὴν φύσιν, καὶ τοιαῦτα ὥσπερ εἰς τὸ ἡμέτερον σῶμα αἰ τροφαὶ κατατάττονται, καὶ μεταβάλλουσι τὰς ὁμοιότητας, οὕτως καὶ τὰ ἡμέτερα σώματα μεταβάλλονται, καὶ ἐν τοῖς σαρκοβόροις οἰωνοῖς καὶ θηρίοις γίγνονται μέρη τῶν ἐκείνων σωμάτων. Καὶ πάλιν ἐκεῖνα ὑπὸ ἀνθρώπων ἢ ἑτέρων ζώων ἐσθιόμενα ἀντιμεταβάλλει, καὶ γίνεται ἀνθρώπων ἢ ἐτέρων ζώων σώματα· καὶ τούτου ἐπὶ πολὺ γιγνομένου ἀνάγκη τὸ αὐτὸ σῶμα πλειόνων ἀνθρώπων πολλάκις γενέσθαι μέρος. Τίνος οὖν ἔσται σῶμα ἐν τῇ ἀναστάσει; Καὶ οὕτως εἰς βυθὸν φλυαρίας ἡμᾶς ἀλόγους (62) συμβήσεται ἐμπίπτειν. Καὶ μετὰ ταύτας τὰς ἀπορίας, ἐπὶ τὸ πάντα δυνατὰ εἷναι τῷ Θεῷ καταφεύγουσι, καὶ λέξεις τῶν Γραφῶν δυναμένας κατὰ τὴν πρόχειρον ἐκδοχὴν ὑποβάλλειν τὸ νοούμενον αὐτοῖς προφέρονται· οἷον τὴν ἐν τῷ Ἰεζεχιήλ· « Καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου· καὶ ἐξήγαγέ με ἐν πνεύματι. καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρώπων. Καὶ περιήγαγέ με ἐπʼ αὐτὰ κυκλόθεν κύκλῳ· καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου· καὶ ἰδοὺ, αὐτὰ ξηρὰ λίαν. Καὶ εἶπε πρὸς μέ· Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; Καὶ εἶπον· Κύριε ὁ Θεὸς, σὺ ἐπίστασαι ταῦτα. Καὶ εἶπε πρὸς μέ· Προφήτευσον. υἱὲ ἀνθρώπου. Καὶ εἶπον πρὸς αὐτά· Τὰ ὀστέα τὰ ξηρὰ ταῦτα, ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Ἀδωναῒ Κύριος τοῖς ὀστέοις τούτοις· Ἰδοὺ ἐγὼ εἰσάγω εἰς ὑμᾶς πνοῦμα ζωῆς, καὶ δώσω εἰς ὑμᾶς νεῦρα, καὶ ἐπάξω ἐφʼ ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφʼ ὑμᾶς δέρμα, καὶ δώσω τὸ πνεῦμά μου ἐφʼ ὑμᾶς, καὶ [*](hæres. LXIV.) [*]((61) Post ποιεῖν deest ἐπιτρέπειν, vel quid simile.) [*]((62) Ἀλόγους. Forte ἀλόγως.)
Τοῦ αὐτοῦ. Κρίσις ἐστὶ (68) δικαίων μὲν ἡ ἀπὸ πρακτικοῦ σώματος ἐπὶ ἀγγελικὰ μετάβασις· ἀσεβῶν δὲ ἀπὸ πρακτικοῦ σώματος ἐπὶ σκοτεινὰ καὶ ζοφερὰ μετάθεσις σώματα. Ἐγερθήσονται γὰρ οἱ [*](14 Matth. VIII, 12. 15 Psal. III, 8. 16 Psal. LVII, 7. 17 Matth. X, 28. 18 Rom. VIII, 11. 19 Col. III, 4. 20 I Cor. XV, 35.) [*]((68) Κρίσις ἐστί, etc. Descripta sunt e schedis Ernesti Grabi, et Combefi, ii, Latineque exstant apud Barbarum.)
Ὅτι γινώσκει ὁ Κόριος ὁδὸν δικαίων, κοὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Οὐδὲν ὑπὸ Θεοῦ γινώσκεται (69) φαῦλον, ἀλλʼ ἡ τῶν δικαίων ὁδός. « Ἔγνω » γὰρ « Κύριος τοὺς ὄντας αὐτοῦ. » Ὁδὸς δὲ δικαίων ὁ εἰπών· « Ἐγώ εἰμι ἡ ὁδὸς, » περὶ οὗ λέλεκται· « Ἴδετε δὲ ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή. » Ὁδὸς δὲ ἀσεβῶν ἣν ὁδεύουσιν οἱ κακολογοῦντες τὸν Δημιουργόν. Ἀγνοεῖ δὲ καὶ οὐ γινώσκει τὰ κακὰ, οὐ τῷ δύνασθαι αὐτὸν περιδράξασθαι πάντων, καὶ περιλαβεῖν τῇ διανοίᾳ αὐτοῦ (τοῦτο γὰρ ἀθέμιτον καὶ λογίζεσθαι περὶ Θεοῦ )· ἀλλὰ τῷ ἀνάξια εἶναι τῆς γνώσεως αὐτοῦ. Τάχα διὰ τοῦτο (τολμηρότερον δὲ αὐτὸ ἐρεῖ ὁ λόγος) πυνθάνεται περὶ ὧν οὐκ οἶδεν· ὅταν γὰρ ἁμάρτῃ ὁ Ἀδὰμ, οὐκ οἶδεν αὐτὸν, οὐδὲ τὸν τόπον εἰς ὃν ἐκπέπτωκε φεύγων ἀπὸ Θεοῦ. Διό φησιν· « Ἀδὰμ, ποῦ εἷ; » Ὁμοίως δὲ καὶ ἐν τῷ Εὐαγγελίῳ πυνθάνεται περὶ ὧν οὐκ ὄντων ἀξίων τῆς γνώσεως αὐτοῦ. Ἐπεὶ γὰρ οὐκ οἷδε τὸ δαιμόνιον, οὐδὲ τὸ ὄνομα αὐτοῦ, πυνθάνεται τί τὸ ὄνομα αὐτοῦ, ὅτε ἐκεῖνο ἀποκρίνεται, ὅτι, « Λεγεὼν ὄνομά μοι. » Καὶ πρὶν τὴν ἄφεσιν τὴν περὶ τῆς σωτηρίας λαβεῖν τὴν αἱμοῤῥοοῦσαν πυνθάνεται λέγων· « Τίς μου ἥψατο; » Τὴν ὁδὸν οὖν τῶν ἀδίκων ὁ Θεὸς ἀγνοεῖ, τὴν δὲ τῶν δικαίων γινώσκει. Τίς δὲ ἡ ὁδὸς τῶν δικαίων ἢ ὁ εἰπών· « Ἐγώ εἰμι ἡ ὀδὸς, » ὃν γινώσκει ὁ Πατήρ; « Οὐδεὶς γὰρ ἔγνω τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ. » Ἁρμοσει δὲ τοῖς περὶ γνώσεως καὶ ἀγνωσίας Θεοῦ τὰ συνεχῶς κείμενα ἐν ταῖς προφητείαις ὀνόματα, μνήμη καὶ λήθη Θεοῦ. Πολλάκις γὰρ ἐν εὐχαῖς εἴρηται τό· « Μνήσθητί μου· » καὶ, « Ἵνα τί ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν; » Ἀποῤῥίπτει γὰρ τῆς ἑαυτοῦ μνήμης τοὺς ἁμαρτάνοντας· ὥσπερ πάλιν προσίεται τοὺς μετανοοῦντας, καὶ ἀναλαμβάνει τούτων τὴν μνήμην.
Ἴνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενάς Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, κ. τ. ἑ. Δυσὶν ἐντυχόντες (70) Ἑβραϊκοῖς ἀντιγράφοις, ἐν μὲν τῷ ἑτέρῳ εὕρομεν ἀρχὴν δευτέρου ψαλμοῦ ταῦτα· ἐν δὲ τῷ ἑτέρῳ συνήπτετο τῷ πρώτῳ. Καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων τὸ, « Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε,» ἐλέγετο εἶναι τοῦ πρώτου ψαλμοῦ.« Ὡς γὰρ γέγραπται, »φησὶν, « ἐν πρώτῳ ψαλμῷ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. » Τὰ Ἑλληνικὰ μέντοι ἀντίγραφα δεύτερον εἶναι τοῦτον μηνύει. Τοῦτο δὲ οὐκ ἀγνοητέον, ὅτι ἐν τῷ Ἑβραϊκῷ οὐδενὶ τῶν ψαλμῶν ἀριθμὸς παράκειται, πρῶτος εἰ τύχοι, ἢ δεύτερος, ἢ τρίτος. Τί δὲ τὸ λέγον ἂν εἴη πρόσωπον προφητείαν περιέχον τὴν περὶ Χριστοῦ; τοι τὸ Πνεῦμα [*](21 II Tim. 11, 19. 22 Joan. XIV, 6. 23 Jerem. VI, 16. 2⁴ Genes. 111, 9. 25 Marc. V, 9. 26Luc. III, 45. 27 Matth. XI, 27. 28 Psal. XLIII,, 24. 29 Act. XIII, 33.) [*](psalm. I, num. 19.) [*]((70) Δυσὶν ἐντυχόντες, etc. E codice Barocciano, et schedis Combefisii. Latine exstant in Catena Danielis Barbari. In Catena Corderii perperam tribuuntur Georgio.)
Τοῦ αὐτοῦ. Τέσσαρα νη τῶν (71) ἀνθρώπων φησὶν ὁ λόγος ἐπιβεβληκέναι Χριστῷ· ἔθνη φρυάξαντα κατʼ αὐτοῦ, καὶ λαοὺς μελετήσαντας κενὰ, καὶ βασιλεῖς τῆς γῆς παραστάντας μετʼ ἀρχόντων συναχθέντων ἐπὶ τὸ αὐτό. Καὶ ἡγούμεθα μὲν ἔθνη δηλοῦσθαι τοὺς ἀλλοτρίους τῆς πίστεως ἀνθρώπους, ὥσπερ τοὺς στρατιώτας τοὺς φρυάξαντας κατʼ αὐτοῦ· τοὺς δὲ λαοὺς τοὺς ἀπὸ τῶν φυλῶν τῆς κατατομῆς (οὐ γὰρ κυρίως λεκτέον αὐτοὺς τὸν Σωτῆρα μὴ προσιεμένους ἐκ περιτομῆς), οἵτινες κενὰ μεμελετήκασι, τὸν ἐν τοῖς μελετωμένοις προφητικοῖς λόγοις καταγγελλόμενον Χριστὸν οὐ νενοηκότες. Βασιλεἴς δὲ τῆς γῆς καὶ ἄρχοντες Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος, καὶ οἱ τοῦ Ἰουδαίων λαοῦ ἡγούμενοι. Τούτων γὰρ καὶ ὁ θεσπέσιος Πέτρος ὁ ἀπόστολος ἀπεμνημόνευσεν ἰδικῶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὴν προκειμένην χρῆσιν παραγαγών. Εἰ δὲ καὶ τὰς ἀοράτους φήσεις δυνάμεις, οὐκ ἂν ἁμάρτοις. Καὶ ὁ σοφώτατος γοῦν Ἀπόστολος οὐ τοσοῦτον ἀνθρώποις προσῆψε τὸ ἐσταυρωκέναι τὸν Χριστὸν, ὡς δυνάμεσιν ἀρχοντικαῖς, λέγων· « Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. » Ποῖοι γὰρ ἄρχοντες ἐσταύρωσαν τὸν Χριστὸν, τὸν τῆς δόξης Κύριον, οἱ μὴ γινώσκοντες τὴν σοφίαν τοῦ Θεοῦ, καὶ αὐτοὶ σοφίας τινὰς ἔχειν ὑπολαμβανόμενοι, ἢ οἱ λεγόμενοι ἐνταῖς προφητείαις ἄρχων βασιλείας Περσῶν, καὶ ἄρχων βασιλείας Ἐλλήνων, καὶ κατὰ τὸ ἀκόλουθον οἱ τῶν λοιπῶν ἐθνῶν; « Τὰ ἕθνη » τοίνυν « ἐφρύαξαν· » ὅπερ ἐστὶν, ὡς ὁ Ἀκύλας σαφέστερον ἡρμήνευσεν, « ἐθορυβήθησαν.» Ἔστι δὲ ἡ λέξις ἡ, « ἐφρύαξαν,» ὀνοματοπε ποιημένη, καὶ ἐμφαίνουσα τὸν ἄσημον ἦχον τῶν θορυβούντων· τοιοῦτοι γὰρ οἱ σεσοβημένοι κατὰ τοὺς καιροὺς τοῦ ἐπιβουλεύειν ὑπάρχουσιν κατὰ τῶν ὑπʼ αὐτῶν πολεμουμένων. Καὶ εἰ μὴ οἱ λοιποὶ ἑρμηνευταὶ εἰρήκασι τὸ, « ἐθορυβήθησαν, » καὶ, «κυκᾷ, » ὡς Σύμμαχος, ἦν ἐκλαβεῖν ἀπὸ τοῦ « ἐφρύαξαν, » τὸ, « ἐμεγαλαύχησαν· » ὡς ἐν ἐνὶ τῶν προφητῶν οἰόμεθα τοῦτο δηλοῦν τὴν λέξιν· « Κατὰ τὰ φρυάγματα τοῦ Ἰορδάνου. »Καὶ ἐπεὶ «ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει, καὶ ὁ δεχόμενος» τὸν Χριστὸν, «δέχεται τὸν ἀποστείλαντα αὐτὸν, » διὰ τοῦτο ὁ κατὰ Χριστοῦ στρατευόμενος εἰς τὸν Πατέρα ἀσεβεῖ. [*](30 Act. IV. 31 I Cor. 11, 6 et seqq. 32 Jerem. XII, 5. Zach. XI, 3. 33 I Joan. 11, 23. 34 Matth. X, 40.) [*]((71) Τέσσαρα γένη τῶν, etc. E codice Baroccia-no, et schedis Combefisii. Latine exhibet Barbarus in Catena, postremam autem hujus fragmenti parent, vel ipse propheta. A Diapsalmate autem fii personæ mutatio: Christus enim est, ut infra ostendetur, cum singulas voces expendemus. Nec mirum si in uno psalmo non una est persona quæ loquitur. Hoc enim pluribus in locis videre cst, nt infra ostendemus. Interim hæc pro exordio psalmi dicta sint, nunc ipsa verba discutiamne.)