Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ ἔσται ὡς τὸ ξύλον τό πεφυτευμένον πορὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ· καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· καὶ πάντα ὅσα ἂν᾿ ποιῇ, κατευοδωθήσεται, κ. τ. ἐ. Μετὰ ταῦτα παραληψώμεθα (58) τὸ παρὰ τοῦ Ἀκύλα λεγόμενον, « μεταπεφυτευμένον. » Πόθεν γὰρ τὸ ξύλον, περὶ οὗ ὁ λόγος, μεταπεφύτευται ἐπὶ ταῖς τῶν ὑδάτων διαιρέσεσιν΄ Ἡ γὰρ ἐῤῥιζωκὸς ἐν τῷ Πατρὶ, ἐπʼ εὐεργεσίᾳ πολλῶν μεταπεφύτευται, εἰς τὸ καὶ ἄλλους μεταλαβεῖν αὐτοῦ τῆς εἰκόνος, τῆς κατὰ τὸ μεταπεφυτεῦσθαι λαμβανομένης· οὐχ ὅτι οὐκ ἔστιν ἐν τῷ Πατρὶ (ἔστι γὰρ), ἀλλʼ ὅτι καὶ παρʼ ἑτέροις γεγένηται· ἦ καθʼ ἑτέραν ἐπιβολὴν ἡ ψυχή ἐστι τοῦ Σωτῆρος, ἣν ἔλαβεν, ἐντεῦθεν μεταπεφυτευμένη ἐπὶ τὸν παράδεισον, ὅπου καὶ τὸ Εὐαγγέλιόν φησιν αὐτὸν μετὰ τὸ [*](hæc exstant in codice Barocciano, et in schedis niss. Conibefisii, Latine antei in Catena Barbari. In Catena Corderii Gennadio tribuuntur.)

1089
πάθος γεγονέναι, διηγούμενον αὐτὸν εἰρηκέναι τῷ μετανοήσαντι λῃστῇ· « Σήμερον μετʼ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ. » Μεταπεφύτευται δὲ ἐκεῖ, ἵνα οἱ ἄξιοι σὺν Χριστῷ εἷναι φωτίζωνται ὑπʼ αὐτοῦ τῷ τῆς γνώσεως φωτισμῷ, προκόπτοντες ἐν τῇ τῶν ὄντων θεωρίᾳ, κατὰ τὴν σοφίαν τοῦ Θεοῦ. Ταῦτα δὲ οὕτως ἐξειλήφαμεν, ἐπειδὴ κυρίως ἐπὶ δένδρων λέγεται τὸ « φέρειν καρπόν·» τὸ δὲ « διδόναι,» μᾶλλον ἐμψύχοις ἁρμόζει, καὶ ταῦτα λογικοῖς. Ζητητέον δὲ εἰ ἔστι καιρὸς τῷ ξύλῳ τῆς ζωῆς τοῦ καρποῦ· λέγειν γὰρ τὴν σοφίαν καρπόν ποτε μὴ ἔχειν, οὐχ ὅσιον· διὸ οὐκ εἴρηται, ὃ τὸν καρπὸν αὐτοῦ ἐνέγκει ἐν καιρῷ αὐτοῦ, ἀλλʼ « ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ. » Καιρὸς δὲ αὐτοῦ τοῦ διδόναι ἡ τοῦ λαμβάνοντός ἐστιν ἐπιτηδειότης. Ὅσον γὰρ τὸ ἐπʼ αὐτῷ, ἕτοιμόν ἐστιν ἀεὶ διδόναι τὸν καρπὸν αὐτοῦ. Εἰ γὰρ τοὺς οἰκονόμους ὁ Λόγος θέλει πιστοὺς εἶναι καὶ φρονίμους, οὐχὶ ἀπλῶς διδόντας τὸ σιτομέτριον τοῖς συνδούλοις, ἀλλʼ ἐν καιρῷ διδόντας, πόσῳ μᾶλλον ἡ σοφία πιστῶς ἅμα καὶ φρονίμως τοὺς ἰδίους οἰκονομήσει καρπούς; Ὁ αὐτὸς δὲ καιρός ἐστι τοῦ διδόναι, ὥσπερ καὶ τῷ λαμβάνοντι τοῦ λαβεῖν. Τί δὲ τὸ φύλλον τῆς ζωῆς, τουτέστι τῆς σοφίας, οὐκ ἀποῤῥεῦσον, κατιδεῖν ἄξιον· οὐκ ἄλλοθεν δὲ λαβεῖν αὐτὸ ἔστιν ἢ μετρίως τοῖς φυσικοῖς ἐπιδιατρίψαντας. Δῆλον δὲ, ὅτι διὰ τοὺς καρποὺς τὰ καρποφόρα δένδρα ὁ Δημιουργὸς ἐκέλευσε βλαστῆσαι, διʼ οὓς τὰ ἐκείνοις χρειώδη κατʼ ἐπακολούθησιν πεποίηκε. Χρεία δὲ σκέπης τοῖς καρποῖς τῆς ἀπὸ τῶν φύλλων φυλακῆς ἕνεκεν. Ταῦτα οὖν καὶ ἐπὶ τῆς περὶ τῶν ὅλων σοφίας ἔστιν ἰδεῖν, ἐν ᾗ τὰ πάντα ὁ τῶν ὅλων Δημιουργὸς πεποίηκεν. Ἃ μὲν γὰρ προηγουμένως γίνεται, ἃ δὲ κατʼ ἐπακολούθησιν διὰ τὰ προηγούμενα. Προηγουμένως μὲν γὰρ τὸ λογικὸν ζῶον, διὰ δὲ τὴν αὐτοῦ χρείαν κτήνη καὶ τὰ ἀπὸ τῆς γῆς φυόμενα. Μήποτε οὖν οἱ μὲν λόγοι τῶν προηγουμένως γεγονότων οἱ καρποί εἰσι τοῦ δένδρου τῆς ζωῆς· τῶν δὲ διὰ ταῦτα κτισθέντων τὰ φύλλα, ὧν οὐδὲν μάταιόν ἐστιν, οὐδὲ ἐξουθενεῖσθαι πάντη ἄξιον ὡς εὐτελὲς, ἵνα ἔλθῃ πίπτειν καὶ ἀποῤῥεῖν μὴ φρουρούμενον. Καὶ ἔτι μᾶλλον τὸ ἐξῆς· « Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. » Ἔστι γὰρ εἰς τινα ἀναγκαῖα καταχρήσασθαι καὶ πᾶσι τοῖς ἐκ τοῦ ἀκολουθήματος γενομένοις. Καρπὸς δὲ τοῦ Χριστοῦ εἴη ἂν προηγουμένως ἡ διδασκαλία, ἡ τῶν τιμιωτέρων τροφὴ, φύλλον δὲ ἡ τῶν ἀλογωτέρων τροφή· ὥσπερ τοῖς καρποῖς χρῶνται οἱ ἄνθρωποι, φύλλοις δὲ τὰ βοσκήματα. Δυνατὸν δὲ καὶ τῆς Γραφῆς καρπούς τινας λέγειν, οὓς ἐκλαμβάνουσιν οἱ λογικώτεροι φύλλα δὲ οἷς τρέφονται οἱ ἁπλούστεροι. Τοῦ δὲ μακαριζομένου καὶ ὡμοιωμένου τῷ ξύλῳ τῆς ζωῆς καρπὸς μὲν λέγοιτο τὰ προηγούμενα ἔργα, οἷον εὐποιία, καὶ περὶ τὴν σοφίαν ἀσχολία· φύλλα δὲ τὰ βιωτικὰ αὐτοῦ κινήματα, οὐδὲ ταῦτα ἄξια καταφρονεῖσθαι, οὐδὲ ἀποῤῥεῖν τῷ μετὰ προσοχῆς καὶ εἰς δόξαν Θεοῦ πάντα ποιεῖν. Οῦτω γὰρ πᾶν ὁτιοῦν τῶν πραττομένων ὑπʼ αὐτοῦ κατευοδοῦται.