Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἀλλʼ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτὸς, κ. τ. ἐ. Μελετᾷ τὸν νόμον (57) Κυρίου ἡμέρας καὶ νυκτὸς, οὐχ ὁ τὰς λέξεις τοῦ νόμου χωρὶς τῶν κατ᾿ αὐτὰς ἔργων εἰς τὸ μνημονεῦσαι ἀναλαμβάνων, ἀλλὰ καὶ ὁ ἐπὶ τὰ κατάλληλα ἔργα ἐρχόμενος μεμελετηκὼς αὐτῶν, ἕως διὰ τῆς συνεχοῦς τῶν κατὰ τὸν νόμον ἑργων μελέτης γένηται εὐχερὴς, ἀποδιδοὺς πάντα τὰ ἐπιβάλλοντα τῷ κατὰ τὸ νόμον τελείως βιοῦντι. Οὔτως γὰρ ἔσται δυνατὸν τὸ διʼ ὅλης τῆς ἡμέρας καὶ νυκτὸς μελετᾷν τὸν τοῦ Θεοῦ νόμον. Εἴτε γὰρ ἐσθίει, εἴτε πίνει, εἴτε πᾶν ὁτιοῦν πράττει κατὰ τὸ λεγόμενον παρὰ τῷ θείῳ Ἀποστόλῳ, πάντα εἰς δόξαν Θεοῦ ποιεῖ ὁ τοιοῦτος· ὥστε καὶ ἐν τῷ τοῦ ὕπνου καιρῷ κατὰ τὸ δέον γινομένου τῆς προσοχῆς καὶ ἐπὶ τοῦτον φθανούσης, καὶ ἐπὶ τὰς φαντασίας τὰς ἐν αὐτῷ. Διὰ τούτου λύεται καὶ τὰ παρὰ τῷ Ἀποστόλῳ ἀπορούμενα λέγοντι· « Ἀδιαλείπτως προσεύχεσθε. » Πῶς γὰρ κοιμώμενός τις εὔξεται, καὶ πράττων τι τῶν εἰς ἀνθρώπους καθηκόντων, ἢ τὸ ἑαυτοῦ σῶμα θεραπεύων; Ἀλλὰ καὶ ἐπὶ τούτου φαμέν· ὅτι κέκραγε πρὸς Θεὸν, καὶ αἰτεῖ αὐτὸν τὰ κάλλιστα προκαλούμενος ἐπὶ τὸ παρασχεῖν ὁ τέλειος, πάντα κατὰ τὸν λόγον ποιῶν, ὥστε πᾶσαν αὐτοῦ πρᾶξιν εὐχὴν εἶναι. Ὥσπερ δὲ ἐπὶ τοῦ μελετᾷν τὸν νόμον οὐκ ἀμελητέον τοῦ αὐτοῦ τοῦ ἰδικοῦ, οὕτως οὐκ ἀμελητέον αὐτοῦ τοῦ ἰδικῶς εὔχεσθαι, ἐπεὶ μελετᾷν ἐστι καὶ εὔχεσθαι πράττειν ὁτιοῦν κατὰ τὸν νόμον Κυρίου. Ἐπιστήσει δέ τις εἰ κατὰ νόμους ἀναγωγῆς ἡμέρα μὲν δύναται λέγεσθαι ἡ ἀπερίστατος ἡμῶν κατάστασις, νὺξ δὲ ἡ περιστατικὴ διὰ τὸ σκυθρωπότερον. Δεῖ δὲ ἐν τῷ νόμῳ πειρᾶσθαι εἶναι οὐ μόνον ὅτε τὰ ἔξωθεν ἡμῖν οὐκ ἀντιπράττει, ἀλλὰ καὶ ὅτε τοῖς καλουμένοις πειρασμοῖς περιπίπτομεν.