Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἡμέρα τῇ ἡμέρα ἐρεύγεται ῥῆμα, καὶ νὺξ τυκτὶ ἀναγγέλλει γνῶσιν, κ. τ. ἑ. Ἀλλὰ καὶ οἱ τὸν (13) θεωρητὸν ἀσπαζόμενοι βίον θησαυρίζουσιν ἐν οὐρανῷ, κἀκεῖ τὴν καρδίαν ἔχοντες, οὐρανοί εἰσι διηγούμενοι τὴν προειρημένην Θεοῦ δόξαν διὰ θεωρίας τῆς περὶ νοητῶν πραγμάτων. Οἱ πρακτικοὶ δὲ στερέωμά εἰσιν, ἑδραῖοι τυγχάνοντες, καὶ ἀπαγγέλλουσι τὴν ποίησιν τῶν τοῦ Θεοῦ χειρῶν, ἐργαζόμενοι τὰ τοῦ Θεοῦ, καὶ τούτου τυγχάνοντες ἕργα. Καὶ ἡ φωτινὴ δὲ νόησις ἡμέρας οὖσα, ἑτέρᾳ φωτεινῇ νοήσει σύμφωνος οὖσα, ἐρεύγεται ῥῆμα ὡς ἡ Παλαιὰ Γραφὴ τῶν πνευματικῶν πληρωθεῖσα τροφῶν, ἀπὸ τοῦ πληρώματος ἐρευγομένη, προσφέρεται ῥήματα τῇ Καινῇ Διαθήκῃ. Ἡ δὲ νὺξ, ἡ βαθυτάτη τῶν μυστικῶν πραγμάτων διάληψις, πρὸς ἑτέραν ἡμᾶς ἀσάφειαν ὁδηγεῖ, ἥνπερ διάληψιν δίδωσι τὸ τοῦ Θεοῦ Πνεῦμα τοῖς ἔχουσιν αὐτό· τὸ καὶ τὰ βάθη ἐρευνῶν τοῦ Θεοῦ. Ἡ λαλιὰ δὲ προποιεῖται τοῖς λόγοις, οἱ δὲ λόγοι τὴν ἐπιστήμην ἐπάγουσι, τὰς ἀποδείξεις παρέχοντες. Ἀμφότερα δὲ διὰ τοῦτο παρὰ Θεοῦ λέλεκται, ὅπως ἄν ἀκουσθῶσι· διὸ καὶ τοῖς ἀπειθοῦσιν οὐκ ἕστιν ἀπσλογία. Χωροῦσι δὲ τὸν φθόγγον ὅσοι τυγχάνουσι γῆ πρὸς σπόρον ἐπιτηδεία, τὴν λέξιν τὴν κατὰ τὸ αἰσθηιὸν τῆς Γραφῆς. Οἱ δὲ τούτους ὑπερβεβηκότες, καὶ πέρατα χρηματίζοντες, δέχονται τὰ ῥήματα σαφῶς παιδευόμενοι· οὐ φθόγγου γὰρ ἀκούων ὁ Πέτρος ἑλεγε· « Ῥήματα ζωῆς αἰωνίου ἔχεις. » Καὶ ὁ Σωτὴρ ἕφη· « Τὰ ῥήματα ἃ ἐλάλησα ὑμῖν, πνεῦμά ἐστιν. » Ἀποστόλοις γὰρ ἔλεγε, πέρατα τυγχάνουσιν οἰκουμένης.