Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Τοῦ αὐτοῦ. Οὕτε γὰρ γῆ (12), οὕτε ὁ ἐκ γῆς χοῖκὸς διηγήσασθαι δύναται δόξαν Θεοῦ. « Ὁ γὰρ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ. Τάχα δὲ οὐρανοί εἰσιν οἱ τοῦ οὐρανίου τὴν εἰκόνα φοροῦντες, οἵτινες διηγοῦνται δόξαν Θεοῦ. Εἰσὶ δὲ καὶ οὐρανοὶ ποίημα χειρῶν Θεοῦ. Τήρει δὲ διαφορὰν, τὸ μὲν διηγεῖσθαι ἐπὶ τῶν οὐρανῶν κείμενον, τὸ δὲ ἀναγγέλλειν ἐπὶ τοῦ στερεώματος εἰρημένον.