Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Διδάσκων χεῖράς μου εἰς πόλεμον· καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου, κ. τ. ἑ. Ὁ χαλκὸς σύμβολόν ἐστι (94) πρακτικῆς. « Διέφθειρε γὰρ τὸν χαλκόν σου, » φησὶν Ἰεζεχιὴλ πρὸς τὴν Ἱερουσαλήμ. Ἐπειδὴ οὖν οἱ ἡμέτεροι βραχίονες πέμπουσι τὰ βέλη, φησὶν, ὅτι, Παρεσκεύασας τοὺς βραχίονάς μου τόξον, καὶ προστίθησι « χαλκοῦν, ἐμιφαίνων τὸ εὔτονον καὶ ἄθραυστον, καὶ λέγων ὅτι, Ἀήττητόν με πεποίηκας ἐν τοῖς κατὰ τῶν ἐχθρῶν ἀγῶσι.
Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου· καὶ ὁ δεξιὰ σου ἀντελάβετό μου, καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει, κ. τ. ἑ. Ὁ ἐν δεξιᾷ καθήμενος (95) τοῦ Πατρὸς, οὗτος καλεῖται δεξιά. Καὶ διὰ μὲν τῆς προττέρας παιδείας « ἡμᾶς » ἀνορθοῖ, διὰ δὲ τῆς δευτέρας διδάσκει. Πολιτεία γὰρ ὀρθὴ ἀνίστησι ψυχὴν, γνῶσις δὲ ἀληθὴς πλατύνει αὐτήν. Δεξιὰ ὁ τὰ πάντα δημιουργήσας Υἱὸς, περὶ οὗ καὶ ἀλλαχοῦ εἴρηται· « Δεξιὰ Κυρίου ἐποίησε δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με. »
Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν τὰ ἵχνη μου, κ. τ. ἑ. Εὐφόρως ὑπομένοντος (96) θλίψεις ἡ φωνὴ διὰ τὸν ἐμποιοῦντα λόγον καὶ ἐν τοῖς τοιούτοις τὴν εὐρυχωρίαν, ὡς μηδὲ τὴν τυχοῦσαν ἀσθένειαν ἐν τοῖς ἴχνεσιν ἐμφαίνεσθαι.
Καταδιώξω τοὺς ἐχθρούς μου, καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλείπωσιν. ἐκθλίψω αὐτοὺς, καὶ οὐ μὴ δύνωνται στῆναι· πεσοῦνται ὑπὸ τοὺς πόδας μου, κ. τ. ἑ. Ὁ ἱκανωθεὶς (97) ὑπὸ Θεοῦ διάκονος εἶναι Διαθήκης Καινῆς ὡς πᾶν ἐπαγόμενον ὕψωμα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ καθαιρεῖν, καταδιώξας τοὺς ἐχθροὺς τῇ ἀπὸ Θεοῦ σωτηρίᾳ λόγους, καταδιώξεται αὐτοὺς, καὶ οὐ πρότερον τοῦ ἐκλιπεῖν αὐτοὺς, ἀποστραφήσεται πολεμῶν αὐτοῖς. Στῆναι δὲ ἐνώπιον τοῦ ἱκανωθέντος ὑπὸ Θεοῦ οὐ δυνήσονται ἐκθλιβόμενοι οἱ ἐχθροὶ τῆς ἀληθείας λόγοι.
Τοῦ αὐτοῦ. Οὗτος καταδιώκει (98) τοὺς ἐχθροὺς, ὁ μὴ ἐῶν ἐμπαθεῖς ἐν ἑαυτῷ γίνεσθαι λογισμούς ἀπὸ γὰρ τούτων ἐπισυμβαίνουσιν ἡμῖν αἱ ἁμαρτίαι. Τοῦ αὐτοῦ. ἔκλειψιν ἐχθρῶν (99) ἀπάθεια κατεργάζεται.
Τοῦ αὐτοῦ. Οἱ πεσόντες (1) ἀπὸ τῆς ἐν φαύλῳ στάσεως εὐεργετοῦνται. Ἀλλʼ οὐδὲ οἱ τῆς ἀληθείας ἐχ θροὶ λόγοι δυνήσονται στῆναι ἐνώπιον τοῦ ἱκανοῦ χειρὶ, Ὄπερ ὁ Δαυῒδ ἑρμηνεύεται.
Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας, κ. τ. ἑ. Νῶτον [*](86 Ezech. XVI, 56. Psal. cxv, 16.) [*]((94) Ὁ χαλκὸς σύμβολόν ἐστι, etc. Schedæ Grabii, codex Coislinianus. Barbari Catena.) [*]((95) Ὁ ἐν δεξιᾷ καθήμενος, etc. Schedæ Grabii, coedex Coislinianus, Catena Barbari.) [*]((96) Εὺφόρως ὑπομένοντος, etc. Schedæ Grabii.) [*]((97) Ὁ ἱκανωθείς, etc. Codex Roe.)
Τοῦ αὐτοῦ. Ἔδωκας τοὺς ἐχθρούς μου (3) μεταβαλόντας ἀκολουθεῖν μοι ἀχωρίστως μου, ὥστε αὐτοὺς γενέσθαι μοι νῶτα, ἥ φεύγοντας.
Ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν, κ. τ. ἑ. Ὁ εἰς σημεῖον (4) ἀντιλεγόμενον γενόμενος ταῦτά φησι Χριστὸς, ὅν ὁ Θεὸς κατέστησεν εἰς κεφαλὴν ἐθνῶν. Κεφαλὴ γὰρ τῆς Ἐκκλησίας ὁ Χριστός.