Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, κ. τ. ἑ. « Ἐν ᾧ μέτρῳ (85) μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. » Ἁγίων δὲ αὕτη ἡ φωνὴ τῶν διὰ πολλὴν παῤῥησίαν δυναμένων λέγειν· « Ἀνταπόδος τῷ δούλῳ σου. » Δικαιοσύνην λέγει τὴν ἐκ πίστεως Ἰησοῦ Χριστοῦ, ἥτις πεφανέρωται εἰς πάντας τοὺς πιστεύοντας· τοῖς γὰρ ὀρθῶς πιστεύουσιν ἡ πίστις εἰς δικαιοσύνην λογίζεται.

Μετὰ ὁσίου ὁσιωθήσῃ. καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτός ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις, κ. τ. ἑ. Ὡς ἔσομαι (86) ἄμωμος μετʼ αὐτοῦ τοῦ Θεοῦ, οὕτως ὁ Θεὸς μετὰ ὁσίου ὁσιωθήσεται, καὶ μετὰ ἀθώου ἀθῶος ἓσται, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσται αὐτός. Μετὰ στρεβλοῦ δὲ οὐχὶ στρεβλὸς ἔσται (οὐδὲ γὰρ θεμιτὸν), ἀλλὰ διαστρέψεις, ὡς μετὰ Φαραώ.

Τοῦ αὐτοῦ. Ἐν μὲν τοῖς ὁσίοις (87) ὅσιός ἐστιν ὁ Θεὸς, ἐν δὲ τοῖς ἀθώοις ἀθῶος, ἐν δὲ τοῖς ἐκλεκτοῖς ἐκλεκτὸς, ἐν δὲ τοῖς στρεβλοῖς οὐ στρεβλὸς, ἀλλὰ συστρεβλούμενος αὐτοῖς διὰ τὸ εὔφημον. Στρεβλὸν γὰρ τὸν Θεὸν εἰπεῖν ἐφυλάξατο. Τούτους τοὺς στίχους οἱ ἁπολούστεροι ἐπὶ τῶν ἀνθρώπων πολλάκις λαμβάνουσιν. Οὔτω δὲ συστρεβλοῦται Θεὸς, ὡς ἐν τῷ Δευτερονομίῳ λέγει· « Ἐὰν εἰσελεύσησθε πρὸς μὲ πλάγιοι, εἰσελεύσομαι κἀγὼ πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ. »

Τοῦ αὐτοῦ. Πρὸς τὰς γνώμας (88) τῶν ἀνθρώπων ἁρμόττεις τὰς ἀντιδόσεις, ὦ Δέσποτα. Παρέχεις γὰρ τοῖς ὁσίοις τὰ ὁσιότητος ἄξια, τοῖς ἀνευθύνοις καὶ δικαίοις τὰ πρόσφορα, καὶ τοῖς ἐκλεκτοῖς καὶ τελείοις τὰ τέλεια· τοῖς δὲ ἐκτραπεῖσι καὶ τὴν ἐναντίαν ὁδεύουσι κατάλληλον παρασκευάζεις τῆς ὁδοῦ τὸ τέλος. Καὶ τίνα τρόπον; « Ὅτι σὺ λαὸν ταπεινὸν σὡσεις. »

[*](76 Matth. VI, 23. 77 Joan. XIV, 6. Ps. XVII, 31. 79 Matth. VII, 2. 80 Ps. CXVIII, 17. 81 Levit. XXVI, 27, 28.)[*]((83) Χωρὶς Θεοῦ, etc. Codex Roe. Corderius vero tanquam incerti habet.)[*]((84) Ἄμωμός ἐστιν, etc. Schedæ Grabii, Barbarus.)[*]((85) Ἐν ᾧ μέτρῳ, etc. Schedæ Grabii, Barbarus.)
1236

Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε, ὁ Θεός μου, φωτιεῖς τὺ σκότος μου, κ. τ. ἑ. Ὁ λύχνος τοῦ σώματός ἐστιν (89) ὁ ὀφθαλμός. Τοῦτον φωτιεῖ ὁ Κύριος. Ἔχομεν δέ τι καὶ ἐν τῇ ἀνθρωπίνῃ κατασκευῇ σκότος· τοῦτο οὖν τοῦ δικαίου φωτιεῖ ὁ Κύριος. Ἥ λύχνος ψυχῆς ὁ νοῦ, ὡς δὴ φωτὸς δεκτικός. Σκότος δὲ ταύτης τό τε θυμικὸν καὶ ἐπιθυμητικὸν, ἃ δὴ φωτίζεται ὑπὸ τοῦ νοῦ δεξαμένου τὰς θείας αὐγάς. Τάχα δὲ καὶ οἱ περιλαμφθέντες τῇ ἀληθείᾳ ὑπὸ Κυρίου λύχνον ἔχουσιν ἀνημμένον, τὰς δὲ πράξεις κατʼ ὄρθρον ἄγοντες λόγῳ, ἐκ τοῦ τὸν νοῦν πεφωτίσθαι, καὶ σκότος αὐτῶν ἔχουσι φωτιζόμενον. Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος, κ. τ. ἑ.

Πεἴρά τις, οἶμαι (90), ὁ βίος ἐν τῷ Ἰώβ. Περιστάσεως δὲ οὐκ ἔνι ῥυσθῆναι πικρῶν ἢ τὸν ἐν Θεῷ γεγονότα. Τίνεται δέ τις ἐν Θεῷ, μετέχων αὐτοῦ, ὡς καὶ τῶν ἀγνοημάτων ῥύεταί τις ἐν ἐπιστήμῃ γενόμενος, ὅστις εἰς πειρασμὸν οὐκ εἰσέρχεται, οὐ τῷ μὴ πειρασθῆναι, ἀλλὰ τῷ μὴ ἁλῶναι ταῖς παγίσι τοῦ πειρασμοῦ. Ὑπερβαίνει οὖν οὗτος τὸ τεῖχος τῆς ἁμαρτίας, ὀπίσω ταύτας ποιούμενος.

Ὁ Θεός μου, ἅμωμος ἡ ὀδὸς αὐτοῦ, τὰ λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπʼ αὐτόν, κ. τ. ἑ. Ἅμωμος ὀδὸς (91) ὁ Χριστός ἐστιν ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδός. » Ἐπεὶ δὲ τὰ λόγια Κυρίου πεπυρωμένα ἐστὶν, οί ἀκούοντες αὐτῶν λέγουσιν· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν; » Καὶ « πνεύματι δὲ ζέουσι, καὶ ἀλλότριον Θεοῦ οὐ παραδέχονται πῦρ, ὅπερ ἐστὶν ἐν τοῖς βέλεσι τοῦ πονηροῦ. Ἀλλʼ ὁ εἰπών· « Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, » πεπυρωμένα εἶχε λόγια· διό φησι· Καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; « Τάχα δὲ ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ βαπτίζει Ἰησοῦς. ἀλλὰ τὸ πῦρ κατακαίει ξύλα, χόρτον, καλάμην.

Ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου; καὶ τίν Θεὸ πλὴν τοῦ Θεοῦ ἡμῶν; Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὀδόν μου· ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἰστῶν με, κ. τ. ἑ. Κατὰ τοῦτο τὸ σημαινόμενον (92), μόνος Θεός ἐστιν ἀληθιωὸς ὁ Θεὸς καὶ Πατὴρ, εἰ μὴ ἄρα τὸ τίς, ἐπὶ τοῦ σπανίου πολλάκις κείμενον, ἐπὶ τὸν Μονογενῆ ἀνοίσομεν. Καὶ νῦν μὲν ἡ ζώνη δύναμις, παρὰ δὲ Παύλῳ ἀλήθεια. Καταρτίζονται δὲ οἱ πόδες ὡς ἐλάφων, τοῦ τρέχοντος καλῶς, καὶ τὸν δρόμον πληροῦντος. « Καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με. » Ἴδιὰ τινα ὕψη ἐστὶν ἑκάστου, ἀφ ὧν κατέπεσεν, ἢ καταβέβηκε.

Τοῦ αὐτοῦ. Καταρτίζονταί τινος (93) οἱ πόδες ὡσεὶ ἐλάφου διὰ τῆς πρακτικῆς, ὑψοῦνται δὲ διὰ [*](82 Joan. XIV, 6. 53 Luc. XXIV, 52. 84 Rom. XII, 11. 85 Luc. XII, 49.) [*]((92) Κατὰ τοῦτο τὸ σημαινόμενον, etc. Schetæ Grabii Origeni tribuunt, sed Corderius habet tanquam incerti aucloris.) [*]((93) Καταρτίζονταὶ τινος, etc. Schedæ Graba. codex Coisinianus, Barbarus.)

1237
τῆς θεωρίας. Διότι ἡ ἔλαφος ἀναιρεῖ τοὺς ὅφεις.