Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Καὶ ἐξαπέστειλε βέλη, καὶ ἐσκόρπισεν αὐτούς· καὶ ἀστραπὰς ἐπλήθυνε, κοὶ συνετάραξεν αὐτούς. Καὶ ὤφθησαν αἰ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης· ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου, κ. τ. ἑ. Ὅλα ἐκεῖνα (75) τὰ σκυθρωπὰ διὰ τοῦτο τὸ χρηστόν. Ἐπιτιμᾷ οὖν, καὶ ἐμπνεῖ πνεῦμα ὀργῆς, ἵνα ὀφθῶσιν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνακαλυφθῶσι τὰ θεμέλια τῆς οἰκουμένης. Εἰ ἀγαθὸν τὸ ὀφθῆναι καὶ φανερωθῆναι τὰς πηγὰς τῶν ὑδάτων ὧν ἡγεῖται ὁ εἰπών· « Ἐμὲ ἐγκατελίπετε πηγὴν ὕδατος ζῶντος· » ἀγαθὸν δὲ καὶ τὸ ἀποκαλυφθῆναι τὰ θεμέλια τῆς οἰκουμένης, ἵνα θεωρηθῇ ἡ ἁγία Τριὰς, ἥτις ἄρχεται τῶν κτισμάτων· πῶς τὰ τούτων ποιητικὰ, κἂν σκυθρωπὰ εἶναι δοκῇ, εὐλόγως τις αἰτιάσεται; τὴν χάλαζαν, καὶ τοὺς ἅνθρακας πυρὸς, καὶ τὰ βέλη, καὶ τὰς ἀστραπὰς, καὶ ἐπιτιμήσεις τοῦ Θεοῦ, καὶ τὴν ἔμπνευσιν τοῦ πνεύματος τῆς ὀργῆς αὐτοῦ. Ἅμα δὲ τήρει, ὅτι ἡ ἐπιτίμησις θεραπεία τίς ἐστι τοῦ ἐπιτιμωμένου, ἐπιπλησσομένου ἵνα παύσηται ἐνεργῶν τὰ χείρονα. Ὅθεν πυρετὸν καὶ ἀνέμους καὶ θάλασσαν ἐπιτιμώμενα ὑπὸ Ἰησοῦ ἀκούων, νόει ἀξίως τῆς Ἰησοῦ χρηστότητος. Ἤ οὕτως Οἰκουμένην συνίστησι νοήματα, καὶ λόγοι, καὶ πράξεις, ἐποικοδομούμενα ταῖς ἕξεσί τε καὶ διαθέσεσιν. Ὅταν οὖν, σκορπίσας τοὺς φαύλους τοῖς βέλεσι, συνταράξῃ καὶ ταῖς ἀστραπαῖς, τῶν κρυπτῶν τῶν ἀνθρώπων φανερουμένων, φωτίζοντος τοῦ Θεοῦ τὰ κρυπτὰ τοῦ σκότους, καὶ θεμέλια τῆς οἰκουμένης ἀνακαλύψει, τοὺς ἀσεβεῖς διὰ κολάσεων ἐπιτιμῶν. Θεμέλια δὲ οἰκουμένης καὶ ἄνδρες θεῖοι διὰ τὸ εὕτονον, ἐφʼ οἶς ἐποικοδομοῦνται οἱ κατὰ Ἐριστὸν πολιτευόμενοι. Καὶ οὗτοι δὲ ἀνακαλύπνονται, ἐπιτιμήσεως γινομένης κατὰ τῶν πονηρῶν, μηδαμῶς ἁπτομένης αὐτῶν τῆς κολάσεως. Οὐ παραυτίκα δὲ κολάζει ὁ Θεὸς τοὺς ἁμαρτάνοντας, προαναφωνεῖ δὲ τῆς ὀργῆς τὰς κολάσεις, καὶ τοῦτό ἐστι τὸ ἐμπνέειν αὐτὸν πνεῦμα τῆς ὀργῆς αὐτοῦ.