Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ· σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων, κ. τ. ἑ. Ἐπειδὴ ἔθετο σκότος (74) ἀποκρυφὴν αὐτοῦ, καὶ ἔστι κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. διὰ τοῦτο τὸ σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων, τουτέστι τὸ ἐν τοῖς προφήταις· « Ἐντελοῦμαι γὰρ. φησὶ, ταῖς νεφέλαις τοῦ μὴ βρέξαι ἐπʼ αὐτοὺς ὑετὸν. καὶ ἔσται λιμὸς, οὐ λιμὸς ἄρτου, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. » Εἰ ὁ Θεὸς ἡμῶν φῶς ἐστι. πῶς καλύπτεται σκότει; Οἶμαι δὲ, ὅτι αὐτὸν οὔτω καλύπτει σκότος, ὡς καὶ τῇ ἀγνοίᾳ τὸ γινωσκόμενων [*](64 Ps. XXXIII, 17. 65 Ps. IV, 7. 66 Isai V, 6. Amos VIII, 11.) [*]((73) Ὀ Φεὺς ἐν μὲν τοῖς ἀγίοις, etc. Schedæ Grabii, et cooex Coislinianus, num. 10.) [*]((74) Ἐπειδὴ ἔθετο σκότος, etc. Codex Coislinianus, num. 10, et schedæ Grabii.)

1229
ὀ νακαλύπτεται, ἥτις ὡς πρὸς τὸν γινώσκοντα, καὶ οὐ πρὸς τὸ γινωσκόμενον λέγεται. Σκηνὴν δὲ αὐτοῦ τὴν σάρκα ὠνόμασεν, ἐν ᾗ Χριστὸς ἐκαθέζετο· ἔτι δὲ καὶ τὸ φάναι σκηνὴν διὰ τὸ πρόσκαιρον τῆς σαρκώθεως. « Εἰ γὰρ ἐγνώκαμεν, φησὶ, Χριστὸν κατὰ σάρκα, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. » Ἤ τάχα σκηνὴν τὸ σῶμα ὠνόμασε διὰ τὴν ἄμπελον ἢν ἐξ Αἰγύπτου μετῇρεν, ἵνα φυλάξῃ αὐτὴν, ἄχρις οὗ πεπανθῇ ὁ βότρυς, καὶ μὴ λυμαίνηται αὐτὴν ὗς ἐκ δρυμοῦ. Δύναται δὲ σκηνὴν λέγειν καὶ τὴν σωματικὴν φύσιν, ἐν ᾗ Θεὸς διὰ τοῦ Λόγου ὁρᾶται, εἴ γε ἐκ καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς θεωρεῖται, καὶ διὰ τῶν ποιημάτων νοούμενος καθορᾶται.