Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς, καὶ ὑποσκέλσόν αὐτοὺς· ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χερός σου, κ. τ. ἑ. Τὴν ῥομφαίαν (53) τοῦ Θεοῦ ἔσθʼ ὅτε οἱ ἐχθροὶ τῆς χειρὸς αὐτοῦ ἀναλαμβάνουσι καθʼ ἡμῶν. Ταύτην οὖν ῥυσθῆναι καὶ ἀρθῆναι ἀπὸ τῶν ἐχθρῶν εὔχεται τῷ Θεῷ.

Τοῦ αὐτοῦ. Ὥσπερ Ἰὼβ (54) τὴν πλήξασαν αὐτὸν δύναμιν χεῖρα λέγει Θεοῦ· « Μή με στροβείτω » γὰρ, φησὶν, « ἡ χείρ σου· » οὕτω καὶ τοὺς ἐχθροὺς τῆς εὐεργετικῆς χειρὸς τοῦ Θεοῦ, ῥομφαίαν ὁ Δαυῒδ καλεῖ τοῦ Θεοῦ. Εὐεργετικὴ δὲ χεὶρ οἱ ἅγιοι ἄγγελοι, διʼ ὧν ὁ Θεὸς προνοεῖται τοῦ κόσμου, οἶς ἀντίκεινται δαίμονες, οἱ μὴ βουλόμενοι πάντα ἄνθρωπον εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Χεὶρ Θεοῦ ὁ μονογενὴς Υἱός· ῥομφαία δὲ ἡ ἰσχὺς, ἡ δύναμις. ἡ ἐξουσία. Ἑκάστη ψυχὴ δικαία ἕλκουσα τοὺς ἁμαρτωλοὺς ἐξ ἀσεβείας εἰς θεοσέβειαν, ῥομφαία ἐστὶ Θεοῦ ἠκονημένη κατὰ τῶν πνευμάτων τῆς πονηρίας. Ταύτην οὖν τὴν ῥομφαίαν σου ῥῦσαι ἀπὸ ἐχθρῶν σου τῶν ἀνθισταμένων τῇ εἰς τὸν Μονογενῆ πίστει.

[*](57 Eccle. x, 4. 58 Ephes. iv, 27. 59 Job. ix, 34.)[*]((49) Ἔνδον ὄντας. etc. Codex Roe.)[*]((50) Τοῦτον κυκλοῦσιν οἱ δαίμονες, etc. Codex Coislin., 10)[*]((51) Ἐν ἀποκρύφοις, etc. Codex Roe.)
1224

Κάμε, ἀπὸ ὀλλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, κ. τ. ἑ. Διαμέρισον, ἵνα μὴ (55) ὁμονοῶσι. « Καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν. » Ὅταν οἱ ἐχθροὶ τοῦ Εὐσγγελίου φιλοσοφοῦντες μεγάλα καὶ ἐπιτετευγμένα λέγωσι δόγματά ποτε, ἐρεῖς τῷ Θεῷ· « Τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, » ἅτινα τάχα ἀναφέρουσιν, ἐπεὶ ᾕδεισαν αὐτά· καὶ τοὺς τύπους αὐτῶν ἀμαυροὺς ἔχοντες, ταῖς ἀσκήσεσι καὶ ζητήσεσιν ἐλάμπρυναν. Ἕτερος δέ φησιν· « Ἡ μερὶς αὐτῶν ἐν τοῖς ζῶσιν. » Ἡ γὰρ πᾶσα κληρονομία τῶν ἐχθρῶν τοῦ Θεοῦ ἐν τῇ παρούσῃ ζωῇ, ἐν ᾗ καὶ ἐπλήσθησαν πάσης τρυφῆς.

Ἐχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν, κ. τ. ἑ. Τῶν ἰδίων γεννημάτων (56) ἐχορτάσθησαν, ὧν λείψανα τοῖς ἑαυτῶν νηπίοις καταλελοίπασι. Τοῦτο γὰρ καὶ ἐν ἀραῖς Λευῖτικοῦ πρόσκειται· « Φάγεσθε τὰς σάρκας τῶν υἱῶν μῶν. »

Τοῦ αὐτοῦ. Υἱῶν ἀντὶ τοῦ (57), ἀκαθαρσίας. Θὐ μόνον δὲ αὐτοὶ γεγόνασιν ἀκάθαρτοι, ἀλλὰ καὶ τοῖς τέκνοις αὐτῶν τῆς ἀκαθαρσίας μετέδωκαν. Οὐ γὰρ τελείων τὸ ἀκάθαρτα τῶν καθαρῶν προκρίνειν.