Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Στέαρ μὲν νοητὸν (48) ἡ ἐκ τῆς κακίας ἐπισυμβαίνουσα τῷ ἡγεμονικῷ παχύτης. Στέαρ δοκεῖ μοι λέγειν τὴν εὔνοιαν καὶ φιλαδελφίαν· καί φησιν, ὅτι πᾶσαν φυσικὴν ἀπέκλεισαν εὐσπλαγχνίαν, οὐδεμίαν χώραν τῆς φιλαδελφίας λογισμοῖς δεδωκότες. Τινὲς μέντοι τὸ στέαρ εὐημερίαν καὶ εὐεξίαν ὡνόμασαν.

Ἐκβαλόντες με νυνὶ περιεκύκλωσὰν με, τοὺς ὀφθαλμοὺς αὐτῶν· ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ, κ. τ. ἑ. [*](Coislinianus, num. 189; alter vero num. 10, Eusebio tribuit.) [*]((48) Στέαρ μέν νοητόν, etc. Codex Coislinianus Theodoreto tribuit, alii Origeni.)

1221
Ἔνδον ὄντας (49) οὐ περικυκλοῦσιν οἱ ἐχθροὶ, οὐ γὰρ δύνανται, ἀλλʼ ὅταν ἔσωθεν ἐκβάλωσιν. Καὶ ἔθεντο, φησὶν, ἑαυτῶν τοὺς ὀφθαλμοὺς εἰς τὸ ἐμὲ ἐκκλῖναι ἀπʼ οὐρανοῦ ἐν τῇ γῇ, τουτέστιν ἐν τῇ ὕλῃ. Ἐπὶ βλάβῃ δὲ περικυκλοῦσιν ἀπολέσαι οἱ ζητοῦντες τὸ πρὸς γῆν ὁρᾷν καὶ σκοπεῖν μόνα τὰ πρόσκαιρα, ἐκκλίνουσι δὲ παρανομοῦντες τὴν εὐθεῖαν ὁδὸν καὶ μὴ βουλόμενοι.

Τοῦ αὐτοῦ. Τοῦτον κυκλοῦσιν οἱ δαίμονες (50) ὃν ἐκβάλλουσι τῆς ἀρετῆς διὸ καλῶς λέγεται τό· « Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς· » καὶ τό· « Μὴ δῶτε τόπον τῷ πονηρῷ· » ὦσεὶ ἔλεγεν· Ἐὰν πνεῦμα πορνείας ἀναβῇ ἐπὶ σὲ, σωφροσύνην σου μὴ ἀφῇς· καὶ πνεῦμα μίσους ἀναβῇ ἐπὶ σὲ, ἀγάπην σου μὴ ἀφῇς. Πλὴν προσεκτέον πότερον ὁ ἀπὸ πασῶν τῶν ἀρετῶν ἐκπεσὼν κυκλοῦται, ἢ ἀπὸ πολλῶν, ἢ ἀπὸ μιᾶς. Καὶ ἐὰν μὲν ἀντακολουθοῦσιν ἀλλήλαις αἱ κακίαι ὥσπερ καὶ ἀρεταὶ, ὁ ἀπὸ μιᾶς ἐκπεσὼν ἀρετῆς κυκλοῦται· ἐὰν δὲ μὴ ἀντακολουθοῦσιν ἀλλήλαις αἱ κακίαι, οὐχ ὁ ἀπὸ μιᾶς ἐκβληθεὶς ἀρετῆς κυκλοῦται, ἀλλʼ ὁ ἀπὸ πασῶν. Ἤ τάχα ἧστινός τις ἀρετῆς ἐκπίπτει, ὑπὸ τῆς ἀντικειμένης ταύτῃ κακίας κυκλοῦται.

Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις, κ. τ. ἑ. Ἐν ἀποκρύφοις (51) γὰρ καὶ ἀπροοράτοις ἡμῖν ποιοῦνται τὰς καθʼ ἡμῶν ἐνέδρας ὡς σκύμνος οἱ ἐχθροί.

Τοῦ αὐτοῦ. Διὰ τοῦ ἀκαθάρτου (52) λογισμοῦ ὑπολαμβάνει τὸν νοῦν ἡμῶν ὁ ἀντικείμενος ἡμπιν λέων. Τὸ λογικὸν τῆς φύσεως ἀποῤῥίψαντες θηρία μιμοῦνται τροφῆς ἐφιέμενα, καὶ ταύτην περισκοποῦντα καὶ ἐξαπίνης ὁρμῶντα.