Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ελσάκουσον, Κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου. ἐνώτισαι τὴν προσευχήν [*](48 Rom. X, 10. 49 Psal. III, 4. 50 II Cor. III, 17. 51 Job. X, 11. 52 Act. II, 27. 53 Isa. LXIII, 1.) [*]((36) Exstat hoc fragmentum in Apologia Pataphili martyris pro Origene.)

1217
μου οὐκ ἐν χείλεσι δολίοις, κ. τ. ἑ. Πᾶσ ὁ δίκαιος (37) δοῦλος δικαιοσύνης ἐστίν· ὁ δὲ Θεὸς μόνος δίκαιος Δεσπότης δικαιοσύνης. Ὁ Δαυΐδ οὖν, συνειδὼς ἑαυτὸν καθαρεύειν ἀπὸ παντὸς δόλου, μετὰ τῆς πρὸς Θεὸν παῤῥησίας ταῦτα λέγει εὐχόμενος.

Ἐκ προσώπου σου τὸ κρῖμα μου ἐξέλθοι, κ. τ. ἑ. Εἰ πᾶσαν τὴν κρίσιν (38) δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, ἐκ προσώπου δὲ αὐτοῦ τὸ κρῖμα ἐξέρχεται, ἐκ τοῦ Υἱοῦ ἄρα· εἰκὼν γάρ ἐστι τοῦ Πατρὸς ὁ Χριστός. Τοὺ αὐτοῦ. « Ἐπείπερ ὁ πιστεύων (39) εἰς ἐμὲ, » φησὶν ὁ Κύριος, « οὐ κρίνεται, » τοῦ πιστεύοντος τὸ κρῖμα ὲξέρχεται ἐκ προσώπου τοῦ Θεοῦ.

Οἱ ὀφθαλμοί μου ἱδέτωσαν εὐθύτητας, κ. τ. ἑ. Περὶ τῆς ἀποκαταστάσεως (40) τοῦ παντὸς εὔχεται, ἴνα μηκέτι ᾖ σκολιότης, πλαγίως τοῖς ἁαμαρτάνουσι πορευομένου τοῦ Θεοῦ.

Ἐδοκίμασας τήν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων· διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὀδοὺς σκληρὰς, κ. τ. ἑ. Σημειωτέον (41) τὸ, « ἐπεσκέψω, » οὐκ ἐπὶ κολάσεων κείμενον. Πάλιν ἰστέον, ὅτι ἐναντίως ὁ διάβολος πυροῖ τῷ Θεῷ. Θεὸς δὲ πυρῶν, ἤτοι τὴν προϋπάρχουσαν εὑρίσκει ἀδικίαν, ἢ ἐπεὶ οὐ προϋπάρχει, οὐχ εὑρίσκει. « Τὰ ἔργα τῶν ἀνθρώπων » ἀντὶ τοῦ « περὶ τῶν ἕργων τῶν ἀνθρώπων. » Ἤ ἔργα τῶν ἀνθρώπων εἰσὶν οἱ μὴ θεῖοι λόγοι, οὓς ἄνθρωποι ταῖς ἰδίαις ἐπι νοίαιςεἰργάσαντο.

Tοῦ αὐτοῦ. Νύκτα τὴν θλίψιν (42) λέγει, ἐν ᾗ σκοτίζεται ἡ ψυχή. Δοκιμάζεταί τις γενναίως ὑπομένων τὰ δυσχερῆ. Νύκτα δὲ ὠνόμασε τὰ δυσχερῆ διὰ τὸ ἐξ ἀθυμίας σκότος. Ἤ νυκτὸς ἐμνήσθη, ἐπειδὴ ἐν νυκτὶ καθεύδοντα ἑλὼν ὑποχείριον τὸν Σαοὺλ περιέσωσεν, οὐ μόνον αὐτὸς οὐκ ἀνελὼν, ἀλλὰ καὶ τοὺς ἀνελεῖν βουλομένους κωλύσας.