Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς καλλίστοις, καὶ γὰρ ἡ κληρονομία μου καλλίστη μοι ἐστὶν, κ. τ. ἑ. Εἰ τὸ σχοινίον (31) μέτρον ἐστὶ, πῶς γέγραπται ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· « Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα· » καὶ τὸ, « Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου; » Ἤ τάχα τὸ μέτρον οὐ πρὸς αὐτὴν τὴν γνῶσιν ὀνομάζεται, ἀλλὰ παρὰ τὸν ὑποδεχόμενον, τῷ μὴ εἶναιαὐτὸν μείζονος δεκτικόν. Καὶ γὰρ ὁ ὑετὸς αὐτὸς μὲν ἄμετρός ἐστι, μετρεῖται δὲ ἐν τοῖς ὑποδεχομένοις αὐτὸν ἀγγείοις. Ἐκληροδοτήθη δέ μοι, φησὶν, ὥσπερ ἐκ μέτρου γῆ ἧ καὶ ἀρκοῦμαι, καὶ διὰ τῶν καλλίστων μου, τοῦ τε Ἰησοῦ καὶ τοῦ Χάλεβ.

Τοῦ αὐτοῦ. Οὕτως ἐγενήθη (32) σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Εὐδοκῶν δὲ τῇ ἰδίᾳ κληρονομίᾳ, ὡς κρατίστη, ταῦτά φησι.

Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου, κ. τ. ἑ. Εὐλογεῖ τις τὸν Κύριον (33) φαντασίας ἐγγενομένης τῷ νῷ. Ἀπὸ προσώπου γὰρ αὐτοῦ γνῶσις καὶ σύνεσις. Οὕτω τὸν τὰς ἐντολὰς τηροῦντα συνετίζει ὁ Κύριος. Περὶ νεφρῶν δὲ λέγει, τῶν σὺν τῇ καρδίᾳ ὀνομαζομένων ἐν τῷ· « Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. » Οὗτοι, τελειωθέντες διὰ νοήσεως, παιδεύουσι τὸν ἐφιστάνοντα, φῶς παρέχοντες γνώσεως, μέχρι λυθῇ τῆς ἀγνοίας ἡ νύξ. Εἰ δὲ δηλοῖ καὶ τὰ βαθύτερα τῶν νοημάτων ἡ νὺξ, καθὸ λόγος εἴρηται σκοτεινὸς ὁ μυστικὸς, φανερὸν, ὅτι ἕως ταύτης παιδεύουσι τῆς νυκτὸς οἱ νεφροὶ, τὰ ἀπόκρυφα καὶ αἰνιγματώδη σαφηνίζοντες. Μετείληπται δὲ ἀπὸ τῶν νεφρῶν, ἐν οἷς γοναὶ καὶ σπερματικαὶ δυνάμεις συνίστανται, τοῖς γεννητικοῖς χορηγοῦσαι πόροις. Κὰν τῇ ψυχῇ τοίνυν ἐστὶ νοήματά τινα τοῖς σπέρμασιν ἀνάλογα, κατὰ τὰ ἔνδον γεννήματα ἐν ἀγαθαῖς [*](45 Joan. ΧΧXΙΙΙ, 34. ⁴⁶ Jocl. II, 28. 47 Psal. VII, 10.) [*]((30) Κληρονομία φύσεως, etc. Schedæ Grabii, partimque Barbarus, et Corderius.) [*]((31) Εἰ τὸ σχοινίον, etc. Schedæ Grabii, Barbarus Barba- rus.)

1216
πράξεσι καὶ θεωρίαις ἀληθιναῖς. Καὶ οἱ αἰσθητοὶ δὲ νεφροὶ παιδεύουσι τὸν ἄκραν ἔχοντα σωφροσύνην, ἕως καὶ τῆς νυκτὸς ἐπεχόμενοι σώφρονος λογισμοῦ τὰς σωματικὰς ἐκρεῖν γονάς.

Διὰ τοῦτο ηὺφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, κ. τ. ἑ. Ἀντὶ τοῦ, ὁ νοῦς μου (34). Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ ἀντὶ τοῦ νοῦ τὴν καρδίαν λαμβάνειν, κατὰ τὸ, « Καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. » Νοῦς δέ ἐστιν ὁ πιστεύων, ὅστις καὶ ῥήματα διακρίνει κατὰ τὸν Ἰώβ. Γλῶσσαν δὲ νῦν τὸ χάρισμα τοῦ ἁγίου Πνεύματος λέγει. « Δόξα » γάρ « μου, φησὶ, « καὶ ὑψῶν τὴν κεφαλήν μου » πρὸς τὸν Κύπιον. Ὁ δὲ « Κύριος τὸ πνεῦμά ἐστι » κατὰ τὸν Ἀπόστολον. Ηὐφράνθην, φησὶ, τῇ ἐλπίδι τῆς μετὰ τρίτην ἡμέραν ἀναστάσεως. Ἀγάλλεται γὰρ ἡ γλῶσσα ὡς ἔμψυχος καὶ χαίρεται λέγουσα, καὶ ἑτέρους ποιεῖ ἀγάλλεσθαι. « Ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾿ ἐλπίδι. » Ἡ σάρξ μου, ἀντὶ τοῦ, ἡ ἐμψύχωσίς μου. Οὕτω καὶ Ἰώβ φησι· « Σάρκα με καὶ κρέας ἐνέδυσας. »

Οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν, κ. τ. ἑ. Τοῦτο Πέτρος ἐν ταῖς Πράξεσι (35) τῶν ἀποστόλων εῖς Χριστὸν λαμβάνει. Φθορὰν ὁ Χριστὸς τῷ σώματι κατεδέξατο, καθὼς καὶ ὁ Μελῳδός φησι, φθορὰν θανάτου καταδεξάμενος. Διαφθορᾶς ἐτήρησας τὸ σῶμά σου ἄγευστον. Οὐ μὴν διαφθορὰν ἢ καταφθορὰν ὑπέστῃ. Ἔστι δὲ φθορὰ μὲν πληγαὶ καὶ τρώσεις, διαφθορὰ δὲ τὸ δῆσαι κατʼ αὐτὸν τὸ σῶμα διαῤῥυῆ ναί τε καὶ εἰς ἕκαστον τῶν στοιχείων ἐξ ὧν ἐστιν, ἀποπεμφθῆναι· καταφθορὰ δὲ τὸ παθεῖν φύσιν ὑπὸ φύσεως, ὡς ἔριον ὑπὸ σητὸς, σάρκα, σἴτον καὶ ξύλον ὑπὸ σκωλήκων.