Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὁ ἀποστέλλων τὸ λόγον αὐτοῦ τῇ γῇ, κ. τ. ἑ. Γῆν ἐνταῦθα (18) ἀλληγορεῖ, τάχα μὲν καὶ ἡμᾶς οὺς ἐν ὀστρακίνοις σκεύεσι τὸν θησαυρὸν περιφέσοντας· ἅμεινον δὲ τὸν Υἱὸν τοῦ Θεοῦ ἐκδέχεσθαι τὸν εν τῇ σαρκὶ, ἥν χωρῆσαι ἠθέλησε τὸν τοσοῦτον Κύριον.

Τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὀμίχλην ὡσεὶ σποδὸν πάσσοντος, κ. τ. ἑ. Διττῶς λέγεται (19) διδόναι Θεὸς, ἢ συγχωρῶν ἢ ἐνεργῶν· ὡς εἰ καὶ περὶ τοῦ ἡλίου τις ἔλεγεν, ὅτι αὐτός ἐστιν ὁ τὴν ἡμέραν ποιῶν καὶ τὴν νύκτα, ἀλλʼ ἡμέραν μὲν λάμπων, νύκτα δὲ ὑποχωρῶν. Κατὰ οὖν τὸ δεύτερον σημαινόμενον τὸ διδόναι τὸν Θεὸν ἐνταῦθα νομιστέον, εἴπερ ἀποστέλλων τὸν λόγον αὐτοῦ τήκει αὐτά.

Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτὰ, κ. τ. ἑ. Ἡ χιὼν (20) καὶ ὁ κρύσταλλος, καὶ ἡ ὁμίχλη καὶ τὸ ψῦχος κατὰ στέρησιν τοῦ ἡλίου τῆς δικαιοσύνης ἐπισυμβαίνει τῇ φύσει τῇ λογικῇ, ἅπερ ἕτηξεν ὁ τοῦ Θεοῦ Λόγος ἀποσταλείς· « Πῦρ γὰρ, φησὶν, ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. »

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, κ. τ. ἑ. Αἶνός ἐστιν (21) ὕμνος εἰς Θεὸν ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων.