Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, κ. τ. ἑ. Μοχλοὶ, οἷμαι (13), τῶν πυλῶν εἰσιν Ἰερουαλὴε συνεχόμενοι ὑπὸ Κυρίου, τὰ ὑπὲρ τῆς θεωρουένης ἀληθείας καὶ καταλαμβανομένης λογικὰ δυναῶς αὐτὴν παριστάντα.

Τοῦ αὐτοῦ. Μοχλοὶ μὲν τῆς (14) Ἰερουσαλήμ εἰιν αἱ πρακτικαὶ ἀρεταὶ κωλύουσαι τοὺς ἐχθροὺς αρεισδῦναι· τῆς δὲ Σιὼν τὰ οὐράνια δόγματα καὶ ἡ ρθὴ πίστις τῆς προσκυνητῆς καὶ ἁγίας Τριάδος, ἴπερ ἡ μὲν Ἱερουσαλὴμ τὴν ψυχὴν σημαίνει, ἡ δὲ ιὼν τὸν νοῦν. Ἑρμηνεύεται γὰρ Ἱερουσαλὴμ μὲν ρασις εἰρήνης, Σιὼν δὲ σκοπευτήριον.

Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην, κ. τ. ἑ. Τὰ ρια (15) τῆς Ἱερουσαλὴμ εἰρήνη ἐστὶ πάντα· ἔξω ὲ τῶν ὀρέων αὐτῆς οὐκ ἔστιν εἰρήνη· διὸ ὁ μὴ ἐν ἰρήνῃ ἔξω ἐστὶ τῶν ὁρέων Ἱερουσαλήμ. Τοῦ αὐτοῦ. Ὅρια τῆς (16) εἰρήνης φασὶν εἶναι ὴν ἀπάθειαν τῆς ψυχῆς.

Καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε, κ. τ. ἑ. Ομοιον (17) ἐν ὀγδοηκοστῷ οὕτως· « Καὶ ἐψώμισεν ιὐτοὺς ἐκ στέατος πυροῦ. » Ὁ κόκκος τοῦ σίτου ὁ Σωτήρ ἐστι· διὸ καὶ πυρός ἐστιν οὗ ἐμπίπλησιν ὁ Θεὸς τὴν Ἱερουσαλήμ.