Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου· ἐνώτισπι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου, κ. τ. ἑ. Ὁ θαρῤῶν (77) ὅτι ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖ τὸν Θεὸν καὶ οὐκέτι ἐν τύπῳ, λέγοι ἂν τὸ, « Ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου.

Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν, κ. τ. ἑ. Ἐπὰν κρίνηται (78) μετὰ τοῦ ἀνθρώπου ὁ Κύριος, καὶ λέγη· « Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε; » οὐδεὶς ζῶν δικαιωθήσεται· ἐνώπιον μὲν γὰρ Κυρίου οὐ δικαιωθήσεται πᾶς ζῶν· ἐνώπιον δὲ ἀνθρώπων οὐ μόνον ἀδίκων, ἀλλὰ καὶ ἄλλων ὁκαίων ἔσθʼ ὅτε. Τὰ δὲ αἴτια τοῦ μὴ δικαιοῦσθαι ἐπι φέρει συγγενῶς τῷ στίχῳ τούτῳ· « Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. »

Ἡ ψυχύ μου ὡς γῆ ἄνυδρός σοι, κ. τ. ἑ. Γῆ ἄνυδρός (79) ἐστι ψυχὴ καθαρὰ πνευματικὴν γνῶσιν ἐπιζητοῦσα.

Ταχὺ εἰσάκοτσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου, κ. τ. ἑ. Ἐπὶ πλεῖον (80) ἀκηδιῶν ἐκλείπει τὸ πνεῦμα τοῦ ἀνθρώπου. Τούτῳ δὲ ὅμοιον τὸ, « Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου. »

Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὀδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σέ ἧρα τὴν ψυχήν μου. κ. τ. ἑ. Τὴν θεωρίαν (81) ἐπιζητεῖ τοῦ μέλλοντος αἰῶνος, ἣν καὶ βασιλείαν οὐρανῶν ἔθος ὀνομάζειν τῇ θεία Γραφῇ.

[*](35 Psal. iv, 2. 36 Mich. vi, 3. 37 Psal. l, 6. 38 Psal. cxli, 4.)[*]((73) Ὁ ἀπολέσας, etc. Schedæ Grabii.)[*]((71) Εἰ ὁ Κύριος, etc. Eædem.)[*]((75) Πειρασμοί, etc Eædem.)[*]((76) Οὐ πάντων, etc. Eædem.)[*]((77) Ὁ θαῤῥῶν, etc. Catena Corderii.)[*]((78) Ἐπὰν κρίνηται, etc. Eadem.)[*]((79) Γῆ ἄνυδρος, etc. Schedæ)[*]((80) Ἐπὶ λεῖον, etc. Catena Corderii.)[*]((81) Τὴν θεωρίαν, etc. Schedæ Grabii.)
1669

οῦ αὐτοῦ. Δύναται τοῦτο (82) εἰπεῖν περὶ γνωμοῦ ὁδοῦ φερούσης ἐπʼ ἀρετὴν, ἢ τῆς ἢν μετὰ ἔξοδον ὁδεύει τις, ἥτις ἐστὶν ὁδὸς τοῦ ξύλου τῆς ς, ἢν φυλάσσει τὰ χερουβὶμ καὶ φλογίνη ῥομα.

οῦ αὐτοῦ. Γῆ ζώντων (83) καὶ γῆ εὐθεῖα ἡ αὐτή ν ἀγαθὴ, ἐφʼ ἢν τὸ ἀγαθὸν τοῦ Θεοῦ Πνεῦμα ὁδητοὺς ἀξίους. Καὶ ἐντεῦθεν τὴν ἀξίαν τοῦ πνεύμαἐδιδάχθημεν. Ὥσπερ γὰρ ὁ Θεὸς, οὕτω καὶ τὸ ῦμα ὠνόμασται ἀγαθόν· καὶ καθάπερ τὸν Θεὸν γῆσαι αὐτὸν ἱκετεύσας, οὕτω καὶ τῆς τοῦ πνεύος ὁδηγίας ἀπολαῦσαι παρακαλεῖ, ὥστε μηδὲν ῷ φανῆναι πρόσαντες μηδὲ δυσχερὲς, ἀλλʼ εὐν τὴν ὁδὸν ὁδεύειν καὶ λείαν καὶ πλάνης ἀπηλλανην.