Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

ωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου ς Κύριον ἐδεήθην, κ. τ. ἑ. Ὡς φύσιν (70) ἔχει τῦρ ἀνώφορον, οὕτως ἡ τοῦ δικαίου φωνὴ, τὸ πρὸς ρον γίνεσθαι, καὶ οἱονεὶ προκαλεῖσθαι αὐτὸν ἐπὶ ταρέχειν ὧν τις δεῖται ἀπὸ Θεοῦ.

Εκχεῶ ἐνανείον αὐτοῦ τὴν δέησίν μου, τὴν ψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ, κ. τ. ἑ. μόνα (71) μεγάλα καὶ ἐπουράνια αἰτῶν, καὶ προσόμενος πνεύματι καινῷ, θαῤῥεῖ ἐνώπιον Κυρίου ἑαι τὴν δέησιν ἑαυτοῦ, οὐδὲν ταπεινὸν, οὐδὲ αἰόν τι ἐν ἑαυτῇ ἔχουσαν· ὁποῖά ἐστιν ἐν ταῖς δεήτῶν βαττολογούντων, καὶ οὐκ ἄξια Θεοῦ αἰτων, ἢ ἀπὸ καθαρᾶς καρδίας ἐκχεόντων. Ἀγίου παῤῥησίας ἔχεται ὁ στίχος, ὅν οὐκ εὐλόγως ἐρεῖ μαρτωλός· καὶ τὸν ἐξῆς δὲ ὁ ἐν παντὶ θλιβόμενος, οὐ στενοχωρούμενος, καυχώμενος ἐν ταῖς ὑποὴν κατεργαζομέναις θλίψεσι, τῷ ὁδεύειν τὴν στεκαὶ τεθλιμμένην ἀπάγουσαν ἐπὶ τὴν ζωὴν ν.

Εν ὀδῷ ταύτῃ ῇ ἐπορευόμην ἔκρυψαν παγίδα κ. τ. ἑ. Πάσαις οἱ ἐχθροὶ (72) ἡμῶν ἐπιβουλεύταῖς ἀρεταῖς· καὶ ἐν μὲν τῇ ἀνδρείᾳ κρύπτουσι τῆς δειλίας παγίδα, καὶ ἐν τῇ πραότητι ἐμβάλσι τὴν θρασύτητα, καὶ ἐν τῇ ἐλεημοσύνῃ τὸ μὴ τὸν Θεὸν, ἀλλὰ διὰ τοὺς ὁρῶντας ἐλεεῖν· καὶ ἐν [*](II Cor. ii, 15.) [*]((60) Τούτου, etc. Istud scholion necnon duo se- utia in hunc psalmum fragmenta exhibent ScheGrabii.) [*]((70) Ὡς φύσιν, etc. Catena Corderii.) [*]((71) Ὁ μόνα, etc. Eadem.) [*]((72) Πάσαις οἱ ἐχθροί, etc. Schedæ Grabii.)

1668
τῇ νηστείᾳ, τὸ διὰ τοὺς ἀνθρώπους νηστεύειν. Καὶ ταῦτα μὲν ἐπὶ τῆς πρακτικῆς· τί δʼ ἄν τις εἴποι καὶ ἐπὶ τῆς θεωρίας, ὁπόσας παγίδας οἱ ἐχθροὶ διὰ τῶν αἱρέσεων τοῖς ὀρθοδόξοις δόγμασι;

Ἀπώλετο φυγὴ ἀπʼ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου, κ. τ. ἑ. Ὁ ἀπολέσας (73) τὴν φυγὴν ταύτην οὐ δύναται εἰπεῖν· « Ἐν θλίψει ἐπλάτυνάς μοι. »

Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου. μερίς μου εἶ ἐν γῇ ζώντων, κ. τ. ἑ. Εἰ ὁ Κύριος (74) ἡμῶν σοφία ἐστὶ, καὶ μερὶς δὲ τῶν ζώντων αὐτός· ἡ μερὶς ἄρα τῶν ζώντων ἡ σοφία ἐστὶ, καθʼ ἢν καὶ χρηματίζουσι ζῶντες, ἥτις ἐστὶν ὁ Χριστός.

Ῥῦσαί με ἐκ τῶν καταδιωπόντων με, κ. τ. ἑ. Πειρασμοὶ (75) συνεχεῖς καταδιώκουσι τὸν νοῦν ἀπὸ γνώσεως.

Ἐξάγαγε ἐκ φυλακῆς τὸν ψυχήν μου. κ. τ. ἑ. Οὐ πάντων (76) ἐστὶ τὸ λέγειν· « Ἔκβαλε ἐκ φυλακῆς τὴν ψυχήν μου, » εἰ μὴ τῶν δυναμένων διὰ καθαρότητα καὶ χωρὶς τοῦ σώματος τούτου ἐπιβαλεῖν τῇ θεωρίᾳ τῶν γεγονότων.