Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με, κ. τ. ἑ. Καὶ ἐν τοῖς (47) ἑξῆς δὲ ὡς ἀναφαινομένης τῆς καρδία. ἐν τοῖς πειρασμοῖς εἴρηται· « Δοκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου· » ἡ δὲ πέμπτη ἔκδοσις νῦν μὲν, « ἐξηρεύνησας, » εἶπεν· ἐν δὲ τοῖς ἑξῆς « ἐξερεύνησον. » Ὡς γὰρ χρυσὸς ἐν χωνευτηρίῳ δοκιμάζεται, οὕτως ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Γέγραπται δὲ ἐν ψαλμῷ· « Ἐδοκίμασας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον. » Νοήσας τοῦτο. γνώσῃ, ὅτι μόνος ὁ δίκαιος καὶ πᾶς δοκιμασθεὶς γινώσκεται, ὡς ὦν ἐν Χριστῷ ἀπὸ Θεοῦ· ὡς δῆλον καὶ ἐκ τοῦ· « Δοκίμασόν με, Κύριε, καὶ γνῶθι τὴν καρδίαν μου. »

Τοῦ αὐτοῦ. Πάντα προειδὼς (48) ὁ Θεὸς, ὅμως δοκιμάζει, οὐχ ἵνα γνῷ, ἀλλʼ ἵνα τοὺς ὑπομένοντας δοκιμωτέρους ἐργάζηται. Ἵνα δὲ μή τις αὐτὸν ὑπολάβοι δοκιμάζοντα γινώσκειν, ἐπήγαγε τῷ λόγῳ· « Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν. » Ὁ γὰρ τοὺς διαλογισμοὺς εἰδὼς καὶ πρὸ τοῦ κινηθῆνσι αὐτοὺς, μᾶλλον δὲ πρὸ πολλοῦ χρόνου, πῶς ἂν δεηθείη δοκιμασίας πρὸς ἰδίαν γνῶσιν;

Τὴν τρίβον μου καὶ τὴν σχσῖνόν μου ἐβιχνίασας, κ. τ. ἑ. Τῶν καλῇ (49) τρίβῳ χρωμένων ἐξιχνιάζει ὁ Θεὸς τὴν σχοῖνον, καὶ πάντα τὰ μέτρα τῆς ὁδοῦ τῶν τοιούτων προεῖδεν ὁ Θεός.

Ὅτι οὐκ ἕστι δόλος ἐν γλώσσῃ μου, κ. τ. ἑ. Οὐκ ἕστι (50), φησὶ, δόλος ἐν γλώσσῃ μου· ἀντὶ τοῦ, Οὐκ ἕστιν ἐπιπόλαιός μοι λόγος, ἀλλʼ ἐν βάθει καὶ καρδίᾳ. Ἐν στόματι δὲ μωρῶν ἡ καρδία αὐτῶν. Τοῦ αὐτοῦ. Γλῶσσαν (51) τροπικῶς τὴν καρδίαν ὠνόμασεν.

Ἰδοὺ, Κύριε, σὺ ἕγνως πάντα τὰ ἔσχατα κοὶ τὰ ἀρχαῖα, κ. τ. ἑ. Ἐπίσκεψαι (52) διὰ τί τὰ μέσα παρασεσιώπηται· διὰ τὸ τὴν κακίαν εἶναι ἐν τῷ μεταξὺ, οὕτε ἐν τῇ ἀρχῇ, οὕτε ἐν τῷ τέλει ὑπάρχουσαν.

Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτὴν, κ. τ. ἑ. Φωνὴ πολλοὺς (53) ὠφελήσαντος διδασκάλου σοφοῦ, τὰ θαυμάσια τῆς γνώσεως μυστήρια οἰκονομήσαντος.

Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾄδην, πάρει, κ. τ. ἑ. Ὡς δυνάμενος πορεύεσθαι (54) καὶ φυγεῖν εἰς οὐρανὸν καὶ εἰς ᾄδην. καὶ ἵπτασθαι εἰς τὰ ἕσχατα τῆς θαλάσσης, ταῦτά φησιν· εἰκὸς δὲ καθʼ ἑαυτὴν γενομένην δύνασθαι τὴν ψυχήν. Συνεξετάσεις δὲ τούτοις τὰ ἐκ τοῦ Δευτερονοὕτως [*]((51) Γλῶσσαν, etc. Schedæ Grabii.) [*]((52) Ἐπίσκεψαι, etc. Catena Corderii.) [*]((53) Φωνὴ πολλούς, etc. Eadem.) [*]((54) Ὡς δυνάμενος πορεύεσθαι, etc. Eadem.)

1661
ἕχοντα· « Ἡ ἐντολὴ αὕτη οὐχ ὑπέρογκός οὐδὲ μακρὰν ἀπὸ σοῦ ἐστιν· οὐκ ἐν τῷ οὐρανῷ στὶ, λέγων· Τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρακαὶ λήψεται αὐτήν; Οὐδὲ πέρσν τῆς θαλάσσης λέγων· Τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς σης, καὶ λάβῃ αὐτὴν ἡμῖν, καὶ ἀκούσαντες αὐοιήσομεν αὐτήν; Ἔστιν ἐγγύς σου τὸ ῥῆμα σφόν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, καὶ ἐν ερσί σου ποιεῖν αὐτό. » Συγκρινεῖς δὲ καὶ ἀπὸ ς ταῦτα· « Οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων· ο μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασωζόμενος· ἐὰν καῶσιν εἰς ᾄδου, ἐκεῖθεν ἡ χείρ μου ἀνασπάσει ς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανὸν, ἐκεῖθεν ξω αὐτούς· ἐὰν κρυβῶσιν εἰς τὴν κορυφὴν τοῦ ήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήψομαι αὐτούς· ὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη αλάσσης, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι, καὶ δήαὐτούς· καὶ ἐὰν πορευθῶσιν ἐν αἰχμαλωσίᾳ ῇ ῥομφαίᾳ, καὶ ἀποκτενεῖ αὐτούς. »

αἱ εἶπα· Ἄρα σκότος καταπατήσει με, καὶ σωτεισμὸς ἐν τῇ τρυρῇ μου, κ. τ. ἑ. Εἰ ἡ α (55) καρδίας σκότος ἐστὶν, (« ἐσκοτίσθη γὰρ, ν, ἡ ἀσύνετος αὐτῶν καρδίαν· »)εἰκότως ἅρα ὁ αἴἡμῖν τοῦ σκότους τούτου γινόμενος, καὶ αὐτὸς άζεται σκότος, ὅστις ἡμῶν τὴν ἐν γνώσει τρυφὴν ρεῖται σκοτίζειν, τοῦ Θεοῦ μὴ συγχωροῦντος, τὸ σκότος φωτίζοντος· « Τὸ γὰρ φῶς ἐν τῇ ίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. » γὰρ τὴν ἄγνοιαν διὰ τῆς κακίας ἐπεκτησάμεθα, καὶ τὴν γνῶσιν διὰ τῆς ἀρετῆς προσελάβομεν.

τι σὺ ἐκτήσω τοὺς νεφρούς μου, κ. τ. ἑ. άριος (56) οὗ οἱ νεφροὶ κτῆμα γεγόνασι τοῦ Κυὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ ὃ ἐποίησας ρυφῇ, κ. τ. ἑ. Ὀσιοῦν (57) τὴν ψυχὴν ὠνόμασε ἣν ἐποίησε μόνος ὁ Θεός.

ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, ἑ. Ἀκατέργαστον (58) ψυχὴ ἡ μὴ διʼ ἀρετῆς ωθεῖσα καὶ γνώσεως.

αὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται, ἑ. Βιβλίον Θεοῦ (59) ἐστιν ἡ θεωρία σωμάτων ἀσωμάτων, ἐν ᾧ πέφυκε διὰ τῆς γνώσεως γράαι νοῦς καθαρός. Ἐν δὲ τούτῳ τῷ βιβλίῳ εἰσὶ αμμένοι καὶ οἱ περὶ Προνοίας λόγοι καὶ κρίσεως, βιβλίου γινώσκεται ὁ Θεὸς ὡς δημιουργὸς καὶ ς καὶ προνοητὴς καὶ κριτής· καὶ δημιουργὸς διὰ τὰ γεγονότα ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· ς δὲ διὰ τοὺς ἀποκειμένους λόγους αὐτῆς· προὴς δὲ διὰ τὰ συντελοῦντα πρὸς ἀρετὴν ἡμῖν καὶ σιν· κριτὴς δὲ πάλιν διὰ τὰ διάφορα σώματα τῶν κῶν, καὶ τοὺς ποικίλους κόσμους, καὶ τοὺς περιτας τοὺς αἰῶνας.

μέραι πλασθήσσνται καὶ οὐθεὶς ἐν αὐτοῖς, ἑ. Ἐν γνώσει (60) πλασθήσονται, καὶ οὐδεὶς [*](30 Amos. ix, 1 et srqq. 32 Rom. i, 21. 22* Joan. i, 5.) [*]((55) Εἰ ἡ ἄγνοια, etc. Schedæ Grabii.) [*]((56) Μακάριος, etc. Catena Corderii.) [*]((67) Ὀστοῦν, etc. Schedæ Grabii.) [*]((58) Ἀκατέργαστον, etc. Eædem.) [*]((59) Βιβλίον Θεοῦ, etc. Eædem.) [*]((60) Ἐν γνώσει, etc. Eædem.)

1664
ἔσται γνώσεως ἐκτὸς, ὅπως γένηται ὁ Θεὸς τὰ πάντσ ἐν πᾶσιν.

Ἐξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ, κ. τ. ἑ. « καθεύδων (61), καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός· » διὸ ἔγερσίς ἐστιν ἡ ἀπὸ κακίας ἐπʼ ἀρετὴν ἐπάνοδος.

Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, κ. τ. ἑ. Εἰ ὁ τέλειος (62), μισήσας τὸ πονηρὸν, ἀπέχεται πάσης κακίας, ὁ μεταλαμβάνων τῆς οἱασδηποτοῦν κακίας αὐτῶν τελείως οὐ μεμίσηκε τὸ πονηρόν.

Δοκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου, κ. τ. ἑ. Εἰ ὁ Θεὸς (63) πῦρ καταναλίσκον ἐστὶ, διὰ τῆς ἐπινοίας δηλονότι τοῦ πυρὸς δοκιμάζει τὰς ψυχὰς τῶν ἀνθρώπων.