Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τῷ ποιήσαντι θαυμάσια μεγνάλα μόνῳ, κ. τ. ἑ. Δείκνυσιν αὐτὸν (37) διηνεκῶς εὐεργετοῦντα καὶ θαυματοποιοῦντα. Καὶ δύο ταῦτα αὐτοῦ τίθησι καὶ τρία καὶ τέσσαρα· ὅτι τε ποιεῖ, καὶ ὅτι θαύματα, καὶ δτι μεγάλα θαύματα, καὶ ὅτι μόνος ποιεῖ. Ταῦτα δὲ οὐ πρὸς ἀθέτησιν τοῦ παιδὸς, ἀλλὰ πρὸς ἀντιδιαστολὴν εἴρηται τῶν δαιμόνων. Καὶ τίνα ταῦτά ἐστι τὰ θαύματα ἂ μόνος ποιεῖ; Καίτοιγε ἀρχόμενος τοῦ ψαλμοῦ οὐ περὶ δυνάμεως ἔλεγεν, ἀλλὰ περὶ ἀγαθότητος. Πῶς οὖν νῦν εἰς τὸν περὶ δυνάμεως ἐμπίπτει λόγον ἐνταῦθα λοιπόν; Ὅτι οὐχὶ δυνάμεως μόνον, ἀλλὰ καὶ ἀγαθότητος καὶ φιλανθρωπίας ταῦτά ἐστι τὰ θαύματα.

Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, κ. τ. ἑ. Εἰ τοῦ ὕδατός (38) ἐστι βάσις ἡ γῆ, πῶς ἡ γῆ ἐπὶ τῶν ὑδάτων ἐστερέωται; Πῶς δὲ καὶ ὁ Ἰὼβ ἀληθεύει λέγων, « Ὁ κρεμάσας τὴν γῆν ἐπʼ οὐδενός; » Καὶ μήποτε ἡ μὲν ὑποκάτω γῆ τῆς ἀβύσσυ κρέμαται ἐπʼ οὐδενὸς, ἡ δὲ ἐπάνω γῆ τῆς ἀβύσσου ἐφʼ ἦς καὶ ἡμεῖς κατοικοῦμεν ἐπὶ τῆς ἀβύσσου ἐστερεώθη· ὡς εἶναι τὴν ἄβυσσον ἐν μέσῳ τῆς γῆς περιεχομένην ὡς ἐν ἀγγείῳ. Καὶ ταῦτα μὲν εἴ τις βούλοιτο τῇ ἱστορία συναγωνίζεσθαι· πρὸς δὲ διάνοιαν, Δοξολογήσατε, φησὶ, τὸν στερεώσαντα τὴν φύσιν τὴν λογικὴν ἐπὶ τῆς ἀληθοῦς γνώσεως. Ὅτι δὲ ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος γῆν λέγει τὰς λογικὰς ψυχὰς, καὶ ὕδωρ τὴν γνῶσιν, ἐκ τοῦ σπόρου τοῦ πεσόντος εἰς τὴν νῆν τὴν καλὴν ἔστι καταμαθεῖν, καὶ ἐκ τοῦ ῥέοντος ποταμοῦ τῆς κοιλίας τοῦ πεπιστευκότος ὕδατος ζῶντος. Καὶ τὰ ἑξῆς δὲ τοῦ ψαλμοῦ ἀκολουθεῖ τῇ δευτέρᾳ ἐξηγήσει. Ἡ σελήνη καὶ ἀστέρες φωτίζουσι ταύτην τὴν γῆν ἐν ἀγνοίᾳ τέως διάγουσαν καὶ μήπω δυναμένην φωτισθῆναι ὑπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου· καὶ πάλιν Αἴγυπτος καταλαμβάνεται σύμβολον οὗσα κακίας τῶν κατὰ διάνοιαν πρωτοτόκων φθαρέντων, καὶ κολάζεται Φαραὼ τοῖς πνευματικοῖς ἐναποπνιγόμενος ὕδασι, καὶ ὁ Ἰσραὴλ ὁδεύει τὴν ἔρημον πεινῶν καὶ διψῶν, καὶ πειραζόμενος, ἥτις ἐστὶ σύμβοῆς [*](26 Psal. lxxxi, 6. 27 Exod. iii, 6. 28 I Cor. viii, 5. 29 Job. xxvi, 7.) [*]((36) Θεὸς θεῶν, etc. Catena Corderii,) [*]((37) Δείκνυσιν αὐτόν, etc. Eadem.) [*]((38) Εἰ τοῦ ὕδατος, etc. Schedæ Grabii.)

1657
πρακτικῆς, σπεύδων ἐπὶ τὴν γῆν τῆς ἐπαγ ς, ἥν φασιν εἶναι τὴν γνῶσιν τοῦ Θεοῦ.

ὶ ἐκτινάξαντι Φαρσὼ, καὶ τὴν δύναμιν αὐεἰς θάλασσαν Ἐρυθρὰν, κ. τ. ἑ. Τὴν εὐκο (39) τοῦ καταποντισμοῦ βουλόμενος δηλῶσαι, τῇ ταύτῃ ἐχρήσατο. Κοινωνεῖ δὲ καὶ τὸ στρατόπεης τιμωρίας καὶ κολάζεται· ἐπειδὴ τῶν ἁμαρτην τῶν περὶ τοὺς Ἰουδαίους ἐκοινώνησαν, καὶ ώξεως μετέσχον.