Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐξομσλογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς αἰῶνα τὸ ἔλεος αὐτοῦ, κ. τ. ἑ. Οἱ ταλαιπωντες (34) ἐν τῷ αἰῶνι εἰκότως χρήζουσι καὶ ἐλές ἐν τῷ αἰῶνι.

Ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, ὅτι εἰς τόν ῶνα τὸ ἔλεος αὐτοῦ, κ. τ. ἑ. Ἡ ἐξομολόγης (35) τὴν εὐχαριστίαν καὶ δοξολογίαν σημαίνει· [*](23 Exod. xviii, 11. 24 Thren. iii, 38. 25 Psal. cxiii, 16.) [*](222 Vεαs. 5. Quia ego cognovi quod maguus est) [*]((32) Εἰ ἡ κληρονομία, etc. Eædem.) [*]((33) Ὁ ἐν καθορᾷ, etc. Eædem.) [*]((34) Οἱ ταλαιπωροῦντες, etc. Eædem.) [*]((35) Ἡ ἐξομολόγησις, etc. Eædem.)

1656
κεῖται δὲ καὶ ἐπὶ τῆς ἐξομολογήσεως τῶν ἁμαρτιῶν, ὡς ἐνταῦθα.

Τοῦ αὐτοῦ. Θεὸς θεῶν (36) ἐστιν ἐκείνων τῶν πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, κατὰ τὴν Γραφὴν τὴν λέγουσαν· « Ἐγὼ εἶπα· Θεοί ἐστε· καὶ, Ἐγὼ Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ· » δηλαδὴ κατὰ τὴν πολλὴν πρὸς αὐτοὺς ἀγάπην καὶ οἰκείωσιν. Τῶν δὲ δαιμόνων Θεός ἐστι κατὰ τὴν δημιουργίαν. Φησὶ δὲ καὶ ὁ Ἀπόστολος· Εἴπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ἀλλὰ τοὺς λεγομένους μετὰ τὴν Τριάδα θεοὺς μετουσίᾳ θεότητος εἶναι τοιούτους· ὁ δὲ Σωτὴρ οὐ κατὰ μετουσίαν, ἀλλὰ κατʼ οὐσίαν ἐστὶ Θεός. Τὸ δὲ, « Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, » ἐφυμνίας τρόπῳ ἐπιλέγεται. Ἐπεὶ γὰρ ἀεὶ ἐλεεῖ, εἰκότως οἱ ἐφυμνοῦντες λέγουσιν, « Ὅτι εἰς τὸν αἰῶνα, » καὶ τὰ ἐξῆς.