Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, κ. τ. ἑ. Τό. ος (18) Κυρίου ὁ νοῦς καθαρός. Εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ, κ. τ. ἑ. Περὶ τῆς (19) σοφίας λέγει προφητικῶς, τις ἐστὶν ὁ Χριστός.

Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ σιοί σου ἀγαλλιάσονται, κ. τ. ἑ. Ὥσπερ ἐνδύεαί (20) τις δικαιοσύνην, οὕτω καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ ἀγάπην καὶ μακροθυμίαν, καὶ τὰς λοιπὰς ἀρετάς.

[*](22 Galat. iv, 26.)[*]((12) Αὗται φωναί, etc. Catena Corderii.)[*]((13) Ὡς. ὁ Ἰσαάκ, etc. Eadem.)[*]((14) Τῇ τοῦ. etc. Eadem.)[*]((15) Ἐν μὲν τῇ, etc. Eadem.)[*]((16) Ἐκείνου μνημονεύει, etc. Schedæ Grabii.)[*]((17) Ἀντὶ πραότητος, etc. Eædem.)[*]((18) Τόπος, etc. Eædem.)[*]((19) Περὶ τῆς, etc. Eædem.)[*]((20) Ὥσπερ ἐνδύεται, etc. Eædem.)
1652

Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἑαὶ πώγωνα, τόν πώγωνα τὸν Ἀαρὼν, κ. τ. ἑ. Μύρον ἐστὶ (21) τὸ Πνεῦμα τὸ ἅγιον, κεφαλὴ δὲ ὁ νοῦς, πώγων δὲ ὁ λόγος· ἐμπεριέχει δὲ τὴν καρδίαν ὁ λόγος. Πώγων δὲ τοῦ Ἀαρὼν ὁ λόγος ὁ καταφράττων τὰ πάθη, καὶ ἱερουργῶν τῷ Θεῷ τὰς ἀρετάς. Καταβαίνει δὲ ἡ τοῦ Πνεύματος χάρις καὶ ἐπὶ τὴν ῶαν τοῦ ἐνδύματος αὐτοῦ· τουτέστι διαδίδοται θιὰ τῆς πρακτικῆς ἀρετῆς καὶ ἐπὶ τῆς ἠθικῆς φιλοσοφίας. Ἡ γὰρ ὥα τοῦ ἐνδύματος, αὐτοῦ ἐστι τὸ πέρας.

Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Χιὼν, κ. τ. ἑ. Ἐν τῷ Δευτερονομίῳ (22) Μωϋσῆς μὲν τὸ ὄρος τοῦτο ὀνομάζει Ἁερμών· οἱ Φοίνικες δὲ καλοῦσιν αὐτὸ Σανιὼρ, οἱ δὲ Ἀμοῤῥαῖοι Σανϲ ??. Ἐστι δὲ πέραν τοῦ Ἰορδάνου. Λόγος δὲ τοὺς ἀποστατήσαντας τῶν ἀγγέλων ἐπὶ τοῦτο τὸ ὄρος ἐσκέφθαι περὶ τῆς ἀποστασίας αὐτῶν καὶ συνθήκας πεποιηκέναι.

Τοῦ αὐτοῦ. Ὄρη Σιὼν (23) οἱ τὰ ὑψηλὰ σκοπεύοντες ἅγιοι, ἐφʼ οὓς καταβαίνει ἡ δρόσος. Ἀερμὼν δὲ ἑρμηνεύεται ἀποστροφὴ θηρίων. Φασὶ δὲ καὶ τὸν Ἰορδάνην ποτὲ ἐκεῖ γεννᾶσθαι. Σημαίνει δὲ καὶ τοῦτο τὴν τοῦ ἁγίου βαπτίσματος χάριν· αὕτη γὰρ ἀεὶ καταβαίνει ἐπὶ τοὺς ἁγίους, καὶ διʼ αὐτῆς γίνεται ἡ ἀποστροφὴ τῶν νοητῶν θηρίων.

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες (24) ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν, κ, τ. ἑ. « Οἱ ἑστῶτες, φησὶν, ἐν οἴκῳ Κυρίου, » καὶ μὴ « ὡς εἷς τῶν ἀρχόντων » πίπτοντες, ἀλλὰ καὶ βλέποντες μὴ πέσητε, « εὐλογεῖτε τὸν Κύριον. »

Τοῦ αὐτοῦ. Οἱ μὲν (25) θεωρητικοὶ ἐν οἴκῳ Θεοῦ εἰσιν, οἱ δὲ πρακτικοὶ ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὐν Κόριον, κ. τ. ἑ. Ἀντὶ τοῦ (26) « εἰς τὰ ἅγια, » ἕτερος « ἁγίως, » ἕτερος » ἡγιασμένως. » Διὰ δὲ τοῦ « ἐν οἴκῳ Κυρίου » ἔδειξεν, ὡς πανταχοῦ μὲν αἴρειν ὁσίους χεῖράς τις οὐ κεκώλυται· οὐχ ἤκιστα δὲ ἐν τοῖς ἀφιερωμόνοις τοῦτο προσήκει χωρίοις ποιεῖν.

Αὶνεῖτε τὸ ὄνομα Κυρίου, αὶνεῖτε, δοῦλοι, Κύοἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν, κ. τ. ἑ. Αἰνεῖτε οὐκ ἄλλοι (27) ἢ ἑστῶτες, καὶ οὐκ ἀλλαχοῦ ἢ ἐν οἵκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Σημειώσῃ δὲ, ὅτι οἶκος μὲν Κυρίου λέγεται, αὐλαὶ δὲ τοῦ Θεοῦ ἡμῶν· καὶ ἀνωτέρω μὲν εἰρῆσθαι « εὐλογεῖτε, » νῦν δὲ « αἰνεῖτε· » κὰκεῖ μὲν μόνον τὸ, « οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, » [*]((21) Μῦρόν ἐστι, etc. Catena Corderii.) [*]((22) Ἐν τῷ Δευτερονομίῳ, etc. Schedæ Grabii.) [*]((23) Ὅρη Σιών, etc. Catena Corderii.) [*]((24) Οἱ ἑστῶτες, etc. Eadem Catena.) [*]((25) Οἱ μέν, etc. Schedæ Grabii.) [*]((26) Ἀντὶ τοῦ, etc. Catena Corderii.) [*]((27) Αἰνεῖτε οὐκ ἄλλοι, etc. Eadem Catena.)

1653
ν τῷ Ἑβραϊκῷ· νῦν δὲ μετὰ τοῦ, « ἐν αὐλαῖς Θεοῦ ἡμῶν. »

τι ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος, καὶ ὁ ος ἡμῶν παρὰ πάντας τοὺς θεοὺς, κ. τ. ἑ. ἐν Ἰοθώρ φησι (28) « Νῦν ἕγνων, ὅτι μέγας ος παρὰ πάντας τοὺς θεούς· » ὁ δὲ Προφήτης· τι ἐγὼ ἕγνων » πρῶτον, « ὅτι μέγας ὁ Κύριος, » « καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. » ντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ νῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις, καὶ ἐν αις ταῖς ἀβύσσοις, κ. τ. ἑ. Ὅσα ἐποίησεν (29) ριος ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσκαὶ ἐν ταῖς ἀβύσσοις καλά ἐστιν, ἅτε θελήματι μενα Θεοῦ. Εἰ δέ τίς ἐστιν ἐν οὐρανῷ, ὡς τὰ ματικὰ τῆς πονηρίας, ἢ ἐν τῇ γῇ, ὡς οἱ ἁμαρὶ ἄνθρωποι, ἢ ἐν ταῖς θαλάσσαις, ὡς ἡ τοῦ δράος κακία, ἢ ἐν ταῖς ἀβύσσοις, ὡς ἡ πονηρία τῶν τασσομένων ἐκεῖ ἀπελθεῖν· κακὸν τοῦτο οὐχ ὁ ἐποίησε τῷ θελήματι αὐτοῦ· « Ἐκ γὰρ στόμαΥψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν. » ῦ αὐτοῦ. Ὥσπερ ὁ οὐρανὸς (30) ἁγίων δυνάἐστιν οἰκητήριον, οὔτω καὶ ἡ γῆ τῶν ἀνθρώ « Ὁ οὐρανὸς γὰρ, φησὶ, τοῦ οὐρανοῦ τῷ ίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. » ὥσπερ ἐν ταῖς τροπικῶς λεγομέναις θαλάσσαις τιν οἱ ἀντικείμενοι ἡμῖν δαίμονες, ἐν αἷς καὶ ὁ ιων ἐπλάσθη τοῦ ἐμπαίζειν αὐτῷ· οὕτω καὶ ἐν ἀλληγορικῶς λεγομέναις ἀβύσσοις οἱ καταχθόδαίμονες.

νάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς· ἀστραεἰς ὑετὸν ἐποίησεν, κ. τ. ἑ. Νεφέλη ἐστὶ (51) ις λογικὴ, τοὺς περὶ Προνοίας λόγους πεπιστευη· ἀστραπὴ δέ ἐστι διδασκαλία πνευματικὴ, λοις ψυχὰς ἀπὸ κακίας ἐπʼ ἀρετὴν ἐπανάγουσα. αὶ ἕδωκε τὴν γῆν αὐτῶν κληρονομίαν, κ. τ. ἑ. η κληρονομία (32) ἡμῶν γνῶσίς ἐστιν ἡ τοῦ Θεοῦ, ς λέγονται κατέχειν ταύτην οἱ ἀντικείμενοι; Καὶ ήσεις μήποτε λέγονται κατέχειν, οὐχ ὡς γινώντες, ἀλλʼ ὡς κωλύοντες ἡμᾶς ἐλθεῖν πρὸς αὐτήν. ὐλογητός Κύριος ἐκ Σιὼν ὁ κατοικῶν Ἱερουλὴμ, κ. τ. ἑ. Ὁ ἐν καθαρᾷ (33) καρδίᾳ κατοικατοικεῖ ἐν Ἱερουσαλήμ. Κατοικεῖν δὲ αὐτὸν ἐν ουσαλὴμ ἕφη, οὐ τὴν θείαν φύσιν ἐκεῖ περιγράν, ἀλλʼ ἐκεῖ τηνικαῦτα τὴν θείαν ἐπιφάνειαν εἰδὼς τῷ ναῷ τῆς Ἱερουσαλήμ.

Ἐξομσλογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς αἰῶνα τὸ ἔλεος αὐτοῦ, κ. τ. ἑ. Οἱ ταλαιπωντες (34) ἐν τῷ αἰῶνι εἰκότως χρήζουσι καὶ ἐλές ἐν τῷ αἰῶνι.

Ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, ὅτι εἰς τόν ῶνα τὸ ἔλεος αὐτοῦ, κ. τ. ἑ. Ἡ ἐξομολόγης (35) τὴν εὐχαριστίαν καὶ δοξολογίαν σημαίνει· [*](23 Exod. xviii, 11. 24 Thren. iii, 38. 25 Psal. cxiii, 16.) [*](222 Vεαs. 5. Quia ego cognovi quod maguus est) [*]((32) Εἰ ἡ κληρονομία, etc. Eædem.) [*]((33) Ὁ ἐν καθορᾷ, etc. Eædem.) [*]((34) Οἱ ταλαιπωροῦντες, etc. Eædem.) [*]((35) Ἡ ἐξομολόγησις, etc. Eædem.)

1656
κεῖται δὲ καὶ ἐπὶ τῆς ἐξομολογήσεως τῶν ἁμαρτιῶν, ὡς ἐνταῦθα.

Τοῦ αὐτοῦ. Θεὸς θεῶν (36) ἐστιν ἐκείνων τῶν πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, κατὰ τὴν Γραφὴν τὴν λέγουσαν· « Ἐγὼ εἶπα· Θεοί ἐστε· καὶ, Ἐγὼ Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ· » δηλαδὴ κατὰ τὴν πολλὴν πρὸς αὐτοὺς ἀγάπην καὶ οἰκείωσιν. Τῶν δὲ δαιμόνων Θεός ἐστι κατὰ τὴν δημιουργίαν. Φησὶ δὲ καὶ ὁ Ἀπόστολος· Εἴπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ἀλλὰ τοὺς λεγομένους μετὰ τὴν Τριάδα θεοὺς μετουσίᾳ θεότητος εἶναι τοιούτους· ὁ δὲ Σωτὴρ οὐ κατὰ μετουσίαν, ἀλλὰ κατʼ οὐσίαν ἐστὶ Θεός. Τὸ δὲ, « Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, » ἐφυμνίας τρόπῳ ἐπιλέγεται. Ἐπεὶ γὰρ ἀεὶ ἐλεεῖ, εἰκότως οἱ ἐφυμνοῦντες λέγουσιν, « Ὅτι εἰς τὸν αἰῶνα, » καὶ τὰ ἐξῆς.

Τῷ ποιήσαντι θαυμάσια μεγνάλα μόνῳ, κ. τ. ἑ. Δείκνυσιν αὐτὸν (37) διηνεκῶς εὐεργετοῦντα καὶ θαυματοποιοῦντα. Καὶ δύο ταῦτα αὐτοῦ τίθησι καὶ τρία καὶ τέσσαρα· ὅτι τε ποιεῖ, καὶ ὅτι θαύματα, καὶ δτι μεγάλα θαύματα, καὶ ὅτι μόνος ποιεῖ. Ταῦτα δὲ οὐ πρὸς ἀθέτησιν τοῦ παιδὸς, ἀλλὰ πρὸς ἀντιδιαστολὴν εἴρηται τῶν δαιμόνων. Καὶ τίνα ταῦτά ἐστι τὰ θαύματα ἂ μόνος ποιεῖ; Καίτοιγε ἀρχόμενος τοῦ ψαλμοῦ οὐ περὶ δυνάμεως ἔλεγεν, ἀλλὰ περὶ ἀγαθότητος. Πῶς οὖν νῦν εἰς τὸν περὶ δυνάμεως ἐμπίπτει λόγον ἐνταῦθα λοιπόν; Ὅτι οὐχὶ δυνάμεως μόνον, ἀλλὰ καὶ ἀγαθότητος καὶ φιλανθρωπίας ταῦτά ἐστι τὰ θαύματα.

Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, κ. τ. ἑ. Εἰ τοῦ ὕδατός (38) ἐστι βάσις ἡ γῆ, πῶς ἡ γῆ ἐπὶ τῶν ὑδάτων ἐστερέωται; Πῶς δὲ καὶ ὁ Ἰὼβ ἀληθεύει λέγων, « Ὁ κρεμάσας τὴν γῆν ἐπʼ οὐδενός; » Καὶ μήποτε ἡ μὲν ὑποκάτω γῆ τῆς ἀβύσσυ κρέμαται ἐπʼ οὐδενὸς, ἡ δὲ ἐπάνω γῆ τῆς ἀβύσσου ἐφʼ ἦς καὶ ἡμεῖς κατοικοῦμεν ἐπὶ τῆς ἀβύσσου ἐστερεώθη· ὡς εἶναι τὴν ἄβυσσον ἐν μέσῳ τῆς γῆς περιεχομένην ὡς ἐν ἀγγείῳ. Καὶ ταῦτα μὲν εἴ τις βούλοιτο τῇ ἱστορία συναγωνίζεσθαι· πρὸς δὲ διάνοιαν, Δοξολογήσατε, φησὶ, τὸν στερεώσαντα τὴν φύσιν τὴν λογικὴν ἐπὶ τῆς ἀληθοῦς γνώσεως. Ὅτι δὲ ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος γῆν λέγει τὰς λογικὰς ψυχὰς, καὶ ὕδωρ τὴν γνῶσιν, ἐκ τοῦ σπόρου τοῦ πεσόντος εἰς τὴν νῆν τὴν καλὴν ἔστι καταμαθεῖν, καὶ ἐκ τοῦ ῥέοντος ποταμοῦ τῆς κοιλίας τοῦ πεπιστευκότος ὕδατος ζῶντος. Καὶ τὰ ἑξῆς δὲ τοῦ ψαλμοῦ ἀκολουθεῖ τῇ δευτέρᾳ ἐξηγήσει. Ἡ σελήνη καὶ ἀστέρες φωτίζουσι ταύτην τὴν γῆν ἐν ἀγνοίᾳ τέως διάγουσαν καὶ μήπω δυναμένην φωτισθῆναι ὑπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου· καὶ πάλιν Αἴγυπτος καταλαμβάνεται σύμβολον οὗσα κακίας τῶν κατὰ διάνοιαν πρωτοτόκων φθαρέντων, καὶ κολάζεται Φαραὼ τοῖς πνευματικοῖς ἐναποπνιγόμενος ὕδασι, καὶ ὁ Ἰσραὴλ ὁδεύει τὴν ἔρημον πεινῶν καὶ διψῶν, καὶ πειραζόμενος, ἥτις ἐστὶ σύμβοῆς [*](26 Psal. lxxxi, 6. 27 Exod. iii, 6. 28 I Cor. viii, 5. 29 Job. xxvi, 7.) [*]((36) Θεὸς θεῶν, etc. Catena Corderii,) [*]((37) Δείκνυσιν αὐτόν, etc. Eadem.) [*]((38) Εἰ τοῦ ὕδατος, etc. Schedæ Grabii.)

1657
πρακτικῆς, σπεύδων ἐπὶ τὴν γῆν τῆς ἐπαγ ς, ἥν φασιν εἶναι τὴν γνῶσιν τοῦ Θεοῦ.

ὶ ἐκτινάξαντι Φαρσὼ, καὶ τὴν δύναμιν αὐεἰς θάλασσαν Ἐρυθρὰν, κ. τ. ἑ. Τὴν εὐκο (39) τοῦ καταποντισμοῦ βουλόμενος δηλῶσαι, τῇ ταύτῃ ἐχρήσατο. Κοινωνεῖ δὲ καὶ τὸ στρατόπεης τιμωρίας καὶ κολάζεται· ἐπειδὴ τῶν ἁμαρτην τῶν περὶ τοὺς Ἰουδαίους ἐκοινώνησαν, καὶ ώξεως μετέσχον.

τι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν, ἑ. Ὅταν μὲν (40) ὡς ἀκαθάρτων ἡμῶν μνημοἡμῶν ὁ Κύριος, κατὰ τὴν ἐπίνοιαν τῆς δικαιος ἡμῶν μνημονεύει· ὅταν δὲ πάλιν ὡς καθαρῶν, τὴν ἐπίνοιαν τῆς σοφίας· πλὴν τοῦτο ἰστέον, ρ αὗται αἱ ἐπίνοιαι κατὰ τῆς τῶν γεγονότων ίας κατηγοροῦνται, ἥτις ὡς δημιουργὸν παρίι τὸν Χριστόν.

διδοὺς τροφὴν πάσῃ σαρκὶ, κ. τ. ἐ. Ἡ τρενη (41) σὰρξ παρὰ τοῦ Θεοῦ, αὕτη ὄψεται τὸ ριον τοῦ Θεοῦ.

πὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσακαὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς κ. τ. ἑ. Πολὺς ὁ πόθος (42) τοῖς ἀνδράσι τῆς ως. Τίνος δὲ ἕνεκα παρὰ τοὺς ποταμοὺς ἐκάο; Ὅτι, αἰχμάλωτοι ὄντες καὶ ἐκ πολεμίας εἱμένοι χώρας, ἔξω τειχῶν καὶ πόλεων ηὐλίΕπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν ργανα ἡμῶν, κ. τ. ἑ. Ὅσαι ψυχαὶ (43) κάθηνἑν σκιᾷ καὶ ἀγνωσίᾳ, ἰστέον ὅτι λόγον ἄκαρπον σι, τὰ ὄργανα κρεμάσασαι τὰ συντελοῦντα εἰς πρακτικήν.