Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Κατὰ τὸ ἔλεός σου ζῆσόν με. καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου, κ. τ. ἑ. Μὴ ἐκ θῆναι ταῖς τῶν ἐπιβουλευόντων χερσὶν εἰς θάνατον ἀβισῖ, ζωὴν αἰτῶν οὕπω τὴν αἰώνιον, ἀλλὰ τὴν παροῦσαν· οὐχ ὡς τέλος δὲ αὐτὴν αἰτεῖ, ἀλλʼ ὡς ἀγαθοῦ τέλους συναίτιον ἐσομένην. Ὅτι ζήσας, φησὶ, φυλάξω τὰ τοῦ Θεοῦ προστάγματα, διʼ ὧν καὶ τὴν αἰώνιον ἔσπι περιποιήσασθαι ζωήν.

Τοῦ αὐτοῦ. Στόμα Θεοῦ οἱ διακονήσαντες προφῆται τοῖς μαρτυρίοις, ταῖς ἐντολαῖς, τοῖς δικαιὡμασιν αὐτοῦ.

Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῶ ο??ρανῶ, κ. τ. ἑ. « Ἐν τῷ οὐρανῷ, » ἀντὶ τοῦ ἐν ταῖς ἁγίαις αὐτοῦ δυνάμεσιν. Πάντων γὰρ ἐκεῖ τε ταγμένων οὐδεμία λόγου παράβασις· « οὐρανῷ » φὲ οὐ τῷ παρερχομένῳ, εἰ καὶ ἐν αὐτῷ πάντα τεταγμένως κινεῖται· ἀλλʼ ὅστις εἴρηται θρόνος εἶναι τοῦ Θεοῦ. Ἐν δὲ τῇ γῇ οὐδὲ μένει ὁ λόγος· οὐδὲ γὰρ ἔχει χώραν ὅπου πορνεία καὶ ἀκαθαρσία καὶ τὰ λοιπὰ πάθη. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ: Οὐκ εἶπε δὲ « τὸν αἰῶνα τῶν αἰώνων, » ἢ « τοῦ αἰῶνος· » (μετὰ γὰρ τὸν αἰῶνα ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται) ἐν ᾦ δέ « ἐστιν ὁ λόγος διαμένων. » Δυνατὸν γὰρ τέλειον εἶναι δοκοῦντα μὲν ἐπὶ γῆς τυγχάνειν, τὸ πολίτευμα δὲ ἔχοντα ἐν τῷ οὐρανῷ. Οὕτως ἐστὶν ἐν αὐτῷ καὶ ἀεὶ ἡ ἀλήθεια.

Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειἀ σου. Ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει, κ. τ. ἑ. Ταύτῃ δὲ τῇ ἀληθείᾳ ἡ γῆ τεθεμελίωται. Ἐπὶ τούτῳ γὰρ τῷ ἀκρογωνιαίῳ λίθῳ καταβεβλημένῳ θεμελίῳ οἰκοδομοῦνται πάντες οἱ ἐκ γῆς σωζόμενοι· ὅθεν καὶ διαμένει ἡ γῆ ἀρραγῆ καὶ ἀσφαλῆ κρηπῖδα καὶ θεμέλιον ἔχουσα. Ἀλλὰ καὶ φωτίσασα ἡ ἀλήθεια ἡμέραν ἥν ἐποίησε, Θεοῦ ἐπιλάμψαντος αὐτῇ, ἐν τῇ αὐτῇ διατάξει μένει, οὐκ ἀλλασσομένη.

Ὅτι τὰ σύμπαντα δοῦλα σὰ, κ. τ. ἑ. Εἰ τὸ σύμπαντα δοῦλα τοῦ Θεοῦ, πῶς ἐν ταῖς Παροιμίας Σολομὼν περὶ τοῦ μύρμηκός φησιν· « Ἐκεῖνος. γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀ ἔχων, μηδὲ ὑπὸ δεσποτείαν ὣν, ἑτοιμάζεται θέρος τὴν τροφήν. » Ὁ Θεὸς λέγεται δεσπότης διττῶς, ἢ ὡς δημιουργὸς , ἣ ὡς γινωσκόμενος. Διὸ καὶ Παθὲος

1605
« Ἐξελευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας ἐδουε τῷ Θεῷ, » δηλονότι κατʼ ἀρετὴν καὶ γνῶσιν. τε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμὸν, τὸ δὲ τέλος αἰώνιον. » Εἰ δὲ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ γξ, δηλονότι καὶ ταύτης τῆς δουλείας. Καλῶς γεται ὁ μύρμηξ μὴ εἶναι ὑπὸ δεσποτείαν, κατὰ ν τὴν δεσποτείαν.

μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ωλόμην ἐν τῇ ταπεινώσει μου, κ. τ. ἑ. Μαν ὄντως τὸ μὴ ἀπολέσθαι γεγονότας ἐν περιστάοἷον ἐπὶ μαρτυρίου. Εἰ μή τις προμελετήσει ὁμον τοῦ Θεοῦ, ἀπόλλυται.

σης συντελείας εἶδον πέρας· πλατεῖα ἐντολ σφόδρα, κ. τ. ἑ. Ὑπὲρ πάντας τοὺς ἔξωθεν ς οἱ λόγοι τῶν ἐντολῶν τοῦ Θεοῦ πλατύνουσι ἴροντες τὴν ψυχήν.

ς ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν αν μελέτη μου ἐστίν, κ. τ. ἑ. Μελετᾶται νόὐκ ἐν λέξεσι καὶ φωναῖς μόνον, ἀλλὰ καὶ ἐν εσιν. Ὅτε γὰρ ἀναγινώσκει τις, νοῶν τὰ λεγόκαὶ πράττων αὐτὰ, μὴ παραλιπὼν ἔν τινι πράἀλλὰ ἐν πᾶσι ποιῶν ὅ βούλεται ὁ νόμος, οὗτος λέγων καὶ ἀναγινώσκων καὶ ποάττων μελετᾷ οῦ Θεοῦ νόμον. Ἐνθάδε μὲν οὖν λέγεται, « Ὅλην ἡμέραν μελέτη μού ἐστιν, » ἐν δὲ τῷ πρώτῳ μῶ οὐ μόνον τὴν ἡμέραν, ἀλλὰ καὶ τὴν νύκτα τὸν ἐσόμενον μακάριον δεῖν μελετᾶν τὸν νόμον. ἡποτε ἐνταῦθα παρέλιπε τὴν νύκτα; Ὅτι μικτός ν ἐνταῦθα τῶν ἀνθρώπων ὁ βίος, διὰ τοῦτο καὶ ραν νῦν ἔχομεν καὶ νύκτα· ὅταν δὲ ἄγιοι γενώα καὶ μακάριοι. νὺξ ἡμᾶς οὐ διαδέξεται, ἀλλʼ ἐν ῃ ἐσόμεθα τῇ ἡμέρᾳ. Ὅρα οὖν ὡς μὲν ὁ ἐνταῦθα ευόμενος, ἤτοι μὴ κατὰ βίον τέλειος (πορεία γάρ ν ἡ κατὰ κόσμον ἀναστροφή) οὐδέπω καθαρῶς εύεται, ἀλλʼ ὁτὲ μὲν ἐν ἡμέρᾳ ἐστὶν, ὁτὲ δὲ ἐν τί· ἐν ἡμέρᾳ μὲν, ὅτε τὰ κατὰ τὸν νόμον καθήτα ποιεῖ· ἐν νυκτὶ δὲ, ὅτε οὐδέπω ὅλῃ καρδίᾳ (κἂν ἔτᾷ τὸν νόμον,) ποιεῖ τὸν νόμον, ἢ καὶ ὅτε παρὰ καθήκοντα πράττει. Ὁ μὲν οὖν ἀρχόμενος, ἢ καὶ οκόπτων, μελετᾷ τὸν νόμον ἡμέρας καὶ νυκτός· ὁ τετελειωμένος οὐκ ἔστιν ἐν νυκτὶ, ἀλλʼ ἐν ἡμέρᾳ, ὁ Παῦλός φησιν· « Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα γικεν ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.» ὶ πάλιν· « Ἄρα οὖν οὐκέτι ἐσμὲν νυκτὸς οὐδὲ ότους, ἀλλʼ ἐσμὲν τέκνα φωτὸς καὶ ἡμέρας. »

Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐνλήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν, κ. τ. ἑ. οῦς παθῶν γυμνωθεὶς καὶ γνώσεως μέτοχος γεγος πανουργότερος γίνεται τῶν δαιμόνων, λέγων ολλάκις τὸ τοῦ Παύλου, τὸ, « Οὐ γὰρ αὐτοῦ τὰ νοήατα ἀγνοοῦμεν. »

Τοῦ αὐτοῦ. Ἐχθροὺς νῦν φησιν ἐπιδικαζομένους ὧν ἐντολῶν, καὶ μισοῦντας ἡμᾶς· οἷς ἡμεῖς οὐκ θραίνομεν. Σημαίνει τοὺς ἐκ περιτομῆς Ἰουδαίους· ὲρ τούτους γὰρ ὁ Χριστιανὸς ἐσοφίσθη τὴν ἐντολὴν οῦ Θεοῦ, πνευματικῶς τὸν νόμον νοῶν καὶ φυλάττῶν. [*](37 Rom. VI, 18. 38 ibid. 22. Rom. XIII, 12, 13. 40 I Thess. v, 5. 41 II Cor. II 11.)

1608
Διὰ τοῦτο δύναμαι νοῆσαι βαθύτερον τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου· « Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν.» Ἐχθροὶ γὰρ ἡμῶν εἰσιν ἐκεῖνοι. « οἱ ἔχοντες ζῆλον Θεοῦ, ἀλλʼ οὐ κατʼ ἐπίγνωσιν. »

Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μου ἐστίν, κ. τ. ἑ. Αἱ Γραφαὶ ἐκείνων ἦσαν πρῶται· ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. Ἐκεῖνοι διδάσκαλοι ἐπαγγέλλονται γεγονέναι, ἅτε πρῶτοι παραλαβόντες νόμον καὶ προφήτας. Ἡμεῖς οὖν οἱ ἀπὸ τῶν ἐθνῶν λέγομεν· « Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα. » Διὰ τί θέ; « Ὅτι τὰ μαρτύριά σου μελέτη μου ἐστί. » Καινὰ εὑρίσκω μαρτύρια παρὰ τὰ πολλάκις εἰρημένα μαρτύρια. Μελέτη μου γάρ ἐστι τὰ μαρτύρια Ἰησοῦ Χριστοῦ· παρεδεξάμην γὰρ αὐτὰ τὰ μαρτύρια, καὶ διὰ τοῦτο ἐγὼ ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα. Εἶπεν αὐτοὺς ἐχθροὺς ὁ Ἐκκλησιαστικὸς, εἶπεν αὐτοὺς διδάσκοντας· νῦν λέγει αὐτοὺς καὶ πρεσβυτέρους.

Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεδήτησα, κ. τ. ἑ. Χρήζομαι τούτῳ τῷ ῥητῷ πρὸς τοὺς γέροντας τοὺς μακρὸν χρόνον καὶ τὴν ἀπάθειαν νομίζοντας εἶναι πρόξενον τῆς γνώσεως τοῦ Θεοῦ.

Ἐκ πάσης ὀδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἄν φυλάξω τοὺς λόγους σου, κ. τ. ἑ. Πονηρὰς ὁδοὺς ὡδεύομεν, « ἀνόητοι » ὄντες ποτὲ « καὶ ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, » καὶ τὰ ἐξῆς. Ἐκεῖναι μὲν ἦσαν ὁδοὶ πονηραί. Τελεία ἡ φωνὴ αὕτη Ἐκκλησιαστικοῦ. Ὅσον γὰρ ἔτι ἁμαρτάνομεν, λέγειν ταῦτα οὐ δυνάμεθα· ἐκ τοῦ γὰρ κωλύειν τοὺς πόδας ἡμῶν ἐκ πάσης ὁδοῦ πονηρᾶς φυλάξομεν τοὺς λόγους τοῦ Θεοῦ. Ποίους λόγους; τοὺς ἐν νόμῳ, νοήσαντες αὐτοὺς πνευματικῶς, καὶ ἐπιγινώσκοντες τὸν διʼ αὐτῶν κηρυττόμενον Ἰησοῦν Χριστόν. Ἐμφαίνει δὲ τὸ ἐλεύθερον τῆς προαιρέσεως τὸ, « Ἐκώλυσα τοὺς πόδας. » Ὡς γὰρ ἐπʼ αὐτῷ ὄντος τοῦ κινεῖν τοὺς πόδας εἰς τὸ βαδίζειν, ἢ καὶ κωλύειν αὐτοὺς, τὸ προκείμενον εἶπεν.

Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με, κ. τ. ἑ. Τοῦ σοῦ διαπαντὸς ἐμεμνήμην δικαστηρίου. Ἐν ἐνάτῳ δὲ λέγει ψαλμῷ· « Κατάστησον νομοθέτην ἐπʼ αὐτούς. Γνώτωσαν ἔῶνη, ὅτι ἄνθρωποί εἰσιν. » Μωϋσῆς μὲν γὰρ ἐνομοθέτησε τὰ τοῦ γράμματος τοῖς μὴ δυναμένοις χωρεῖν τὴν ἐπιδημίαν τῆς Καινῆς Διαθήκης· Ἰησοῦς δὲ Χριστὸς ἐπιδημήσας ἐνομοθέτησέ μοι τὸ Εὐαγγέλιον, καὶ πνευματικόν μοι τὸν Μωυσέως ἔδειξε νόμον.

Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπἐρ μέλι τῷ στόματί μου, κ. τ. ἑ. Ὁ ἡδόμενο, καὶ τρεφόμενος ἐπὶ τῇ γνώσει νοῦς ὀνομάζεται στόμα

Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμ σησα πᾶσαν ὀδὸν ἀδικίας, κ. τ. ἑ. Ἐν ταῖς σαῖς συνετὸς γενόμενος ἐντολαῖς διαιρούσαις μοι τὰ πρακτέα· καὶ μὴν οὐ μόνον ἄπειμι πάσης ὁδοῦ ἀδικίας. ἀλὶὰ καὶ μεμίσηκα.

1609