Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Αὕτη ἐγενήθη μοι, κ. τ. ἑ. Τὴν Γραφὴν λέγει τὴν θεόπνευστον. Αὕτη γὰρ τῷ δικαίῳ οὐ λέγεται μόνον, ἀλλὰ καὶ γίνεται, ἐπειδὴ τῇ μελέτῃ προστίθησι τὴν κατόρθωσιν· ὅθεν αὐτοῦ καὶ ἐκζητεῖν τὰ δικαιώματα λέγεται, ὡς μὴ παρέργως αὐτὰ μελετῶν. Τοιγαροῦν οἱ λοιποὶ τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ « ἐξεζήτησα » διετήρησα γράφουσιν.

Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξαεσθαι τὸν νόμον σου, κ. τ. ἑ. Ὥσπερ ἐστὶ μερὶς ἡ ἀφροσύη τοῦ ἄφρονος, οὕτω καὶ τοῦ φρονίμου ἡ φρόνησις, καὶ τοῦ δικαίου ἡ δικαιοσύνη.

Ἐδεήθην τοῦ προσώπου σου ἐν ὄλῃ καρδίᾳ μου, ἐλέησόν με κατὰ τὸ λόγιόν σου, κ. τ. ἑ. Πρόσωπον Θεοῦ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, ὡς πολλάκις εἴρηται. Ὁ τοίνυν ὅλῃ τῆ καρδίᾳ ἐφιέμενος τοῦ Κυρίου, ὅπως καθαρᾷ αὐτῇ γενομένῃ θεωροίη αὐτὸν, καὶ ἐκ τοῦ ἀτενίζειν αὐτοῦ ἐλεηθῇ, κατὰ τὸν λόγον τῆς διδασκαλίας εἴποι ἂν τὰ συγκείμενα ῥητά. Ὅρα δὲ πηλίκος ἐστὶν ὁ ὀψόμενος τὸ πρόσωπον τοῦ Θεοῦ· Ἰησοῦς σε διδαξάτω λέγων· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

Διελογισάμην τὰς ὀδούς σου, καὶ ἐπέοτρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου, κ. τ. ἑ. Ὁ λέγει τοιοῦτόν ἐστιν· Οὐδέποτε προπετῶς ἐλάλησα, μὴ λογισάμενος πρῶτον, εἰ λαλητέον μοί ἐστιν, ἢ σιωπητέον. Οὐδέποτε προπετῶς τι ἔπραξα, μὴ λογισάμενος, εἰ καθήκουσά ἐστιν ἡ πρᾶξις· αἱ γὰρ ὁδοὶ ἡμῶν ἐν διαλογισμοῖς εἰσι καὶ ἐν πράξεσι. Φησὶν οὖν· Πάντα περιεσκεμμένως ἐποίησα, καὶ διὰ τοῦτο ἐπέστρεψα ὁδεύων τοὺς πόδας μου εἰς τὰ μαρτύριὰ σου, ἵνα μὴ ἔξωθεν τῶν μαρτυρίων τοῦ Θεοῦ ὁδεύω, πᾶσαν τὴν ἐμὴν γνώμην εἰς τὰς σὰς ἀναθεὶς ἐντολὰς.

Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην τοῦ υλἀξασθαι τὰς ἐντολάς σου, κ. τ. ἑ. Ἡ ἀπάθεια πέφυκε τὴν καρδίαν ἀτάραχον διαφυλάττειν, ἥτις ἡμῖν προσγίνεται ἐκ πολιτείας ὀρθῆς καὶ δογμάτων ἀληθινῶν.

Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην, κ. τ. ἑ. Σχοτνία τὰ ἐπάλληλα καὶ τὰ συμπεπλεγμένα ἁμαρτήματα λέγεται. Οἱ γὰρ ἁμαρτίαν προθέμεοι πλέκειν δι’ αὐτὴν καὶ ἄλλην ἀναγκάζονται· ὥσπερ ὁ Δαυῒδ διὰ τὴν πορνείαν καὶ τὸν φόνον προσέθηκεν· ὁ Κἀῖν δλὰ τὴν ἀδελφοκτονίαν ἐπισυνῆψε τὸ ψεῦδος. Ἀλλʼ οὐδὲ τούτων περιπλακέντων αὐτῷ τοῦ Θεοῦ νόμου φησὶν ἐπιλανθάνεσθαι πάντως· ὅτι, πρὸς μετάνοιαν ἰδὼν καὶ ἐπιστρέψας, τὸ σχοινίον τῆς ἁμαρτἱας ἔῤῥηξεν.

Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου, κ. τ. ἑ. Λεκτέον τοῦτο πρὸς τοὺς ἀμελοῦντας νύκτωρ τῶν προσευχῶν.

Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν ἐγὼ τόν νόμον σου ἐμελέτησα, κ. τ. ἑ. Ὤσπερ ὁ τυρὸς [*](34 Matth. v, 8.)

1602
οὐκ ἦν τυρὸς, οὕτως οἱ δαίμονες ἦσάν ποτε, ἦσαν πονηροί. Εἰ δὲ τὸ γάλα πρεσβύτερόν οῦ τυροῦ, δηλονότι καὶ ἡ ἀρετὴ πρεσβυτέρα κίας ἐστίν· τυρῷ γὰρ Δαυῒδ τὴν κακίαν ἀπείσθόν μοι ὅτι ἐταπείνωσάς με, ὄπως ἂν μάθω αιώματά σου, κ. τ. ἑ. Ὡσεὶ ἔλεγεν· Εὐδοκῶ ενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, νοχωρίαις. Ἄξιος ὀφθῆναι τῶν σῶν δικαιωμάτῶ, ἅπερ οὐκ ἔστιν ἄλλως μαθεῖν.

χυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόεἰς ἐμὲ, κ. τ. ἑ. Ἡ αἰσχύνη εἰς συναίσθησιν εν ἄγειν τὸν ἁμαρτάνοντα.

ιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε καὶ ὡσκοντες τὰ μαρτύριά σου, κ. τ. ἑ. Ἐπιαι πρὸς αὐτὸν καὶ παραγενέσθαι τοὺς τοιούτους ὡς ἂν αὐτοῖς τῆς ἐν αὐτῷ μεταδοίη χάριτος. ηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς διασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ, κ. τ. ἑ. ??ήπω ἔχων αἰτεῖ κατὰ τὸ, « Καρδίαν καθαρὰν ἐν ἐμοὶ, ὁ Θεός. » Καὶ πῶς « ἄμωμος » ἔσται τὰ τοὺς λοιποὺς « τελεία; » Ἐπήγαγεν, « ἐν δικαιώμασί σου. » Τούτῳ δὲ τὸ μὴ αἰσχυνθῆναι υθεῖ· αἰσχύνης γὰρ ἄξιον πᾶν ἁμάρτημα.

ξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, ντες· Πότε παρακαλέσεις με; κ. τ. ἑ. Παράς ἐστιν ἡ ἀνάπαυσις ψυχῆς ἀπὸ πόνων.

τι ἐγενήθην ὡς ἀσκός ἐν πάχνῃ, κ. τ. ἑ. Εὑις πολλαχοῦ τῆς Γραφῆς τροπολογούμενον τὸ α εἰς ἀσκόν. Ὄ οὖν λέγει ὁ δίκαιος τοιοῦτόν ἐστιν· κρωσά μου τὰ μέλη ἐπὶ τῆς γῆς· τὴν θερμότητα σώματος ἔψυξα τῷ θείῳ λόγῳ· οὐκέτι εἰμὶ θερπρὸς ὄρεξιν τῶν κατὰ τὴν κοιλίαν ἢ πρὸς τὰ ατικά· ἐνέκρωσα καὶ ἔψυξα τὰ μἔλη ἐπὶ τῆς γῆς. ὅσαι εἰσὶν αἰ ἡμέραι τοῦ δούλου σου; πότε σεις μοι ἐκ τῶν διωκόντων με κρίσιν, κ. τ. ἑ. γαι γὰρ αἱ τῶν ἀνθρώπων ἡμέραι ἐπὶ τῆς γῆς, ἷς εὔχεται ταχέως συντριβῆναι τὸν Σατανᾶν ὑπὸ πόδας αὐτοῦ.

οῦ αὐτοῦ. Πᾶσαι ἀνθρώπων ἡμέραι ὀλίγαι εἰσίν. εὶ οὖν ὀλίγον χρόνον ζῶ ἐπὶ γῆς, βούλομαι ἰδεῖν καταδιώκοντάς με κρινομένους, καὶ παρακαλῶ αὴ ὑπερθέσθαι. Τίνες δέ εἰσιν οἱ περὶ ὧν εὔχεται γένηται ἐπʼ αὐτοὺς κρίσις; Οἱ καταδιώκοντες ς Σατανᾶς τε καὶ τὰ πνευματικὰ τῆς πονηρίας. αν δὲ ἡμᾶς καὶ ἄνθρωπος δοκῇ καταδιώκειν, τῷ τως καταδιώκειν οὐκ ἄνθρωπός ἐστιν, ἀλλὰ δίας, οὗ μιμητής ἐστι.

ιηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλʼ ὡς ὁ νόμος σου, κ. τ. ἑ. Ἤ τοὺς γραῴδεις ους τῶν Ἰουδαίων φησὶ τὰς διδασκαλίας, ἢ καὶ τὰ ἁλματα τῶν ἀνθρώπων, καὶ τὰς φλυαρίας τῶν ῶν τοῦ αἰῶνος τούτου. Πολλοὶ γὰρ ἑρμηνεύειν χειροῦσι τὰς θείας Γραφὰς καὶ τῶν τῆς Ἐκκλησίαζ, [*](Psal. I., 12.)

1604
καὶ τῶν ἔξω ταύτης αἱρετικῶν τε καὶ Ἰουδαίων. ἢ καὶ Σαμαρειτῶν, ἀλλʼ οὐ πάντες λέγουσι καλῶς. Σπάνιος γὰρ ὁ ἔχων ἀπὸ τοῦ Θεοῦ εἰς τοῦτο χάριν, πολλῶν μὲν ἐπαγγελλομένων λέγειν, οὐ καλῶς δὲ, καὶ παρανόμως βιούντων. Εἴ τι οὖν λέγουσιν, ἀδολεσχία καὶ φλυαρία· οὐ γὰρ δύναται λόγος εὔτονος καὶ ἐῤῥωμένος καὶ σωτήριος εἶναι ἐν τῇ ψυχῇ παρανόμου.

Τοῦ σὐτοῦ. Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ἐκ τῆς ἔξωθεν σοφίας περὶ γνώσεως Θεοῦ ἐπαγγελλομένους διδάσκειν.

Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἔγὼ δὲ ούκ ἐγκατέλπον τὰς ἐντολάς σου, κ. τ. ἑ. Ἀντὶ τοῦ· Παρʼ ὀλίγον ἐγενόμην γήῖνος, ὑπὸ τῶν ἐχθρῶν πειραζόμενος.