Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εἰπάτω δὴ οἶκος Ἰσραὴλ, κ. τ ἑ. Τὸ, « Εἰπὰτω δὴ Ἰσραὴλ, » ἐν τούτῳ εἴρηται. καὶ ἐν τῷ· « Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ, » ὄντι ρκϚ΄, ὄντι τῶν ἀναβαθμῶν ε΄· καὶ ἐν τῷ ρκη, ὄπι τῶν ἀναβαθμῶν ι΄· οὗ ἡ ἀρχή· « Πλεονάκις ἐπολέμησάν με, εἰπάτω δὴ Ἰσραήλ.»

Εἰπάτω δὴ οἶκος Ἀαρὼν, κ. τ. ἑ. Ἐὰν μή τις ᾗ Ἰσραὴλ, ἢ οἶκος Ἀαρὼν, ἢ φοβούμενος τὸν Κύριον, οὐ γεύεται τῆς χρηστότητος Κυρίου, οὗ εἰς αἰῶνα τὸ ἔλεός ἐστι. Διὸ οὗτοι μόνοι ἐροῦσι τὸ, « Εἰς τὸν αἱῶνα τὸ ἔλεος αὐτοῦ. » Οἷς οἶμαι τρισὶν οὗσι τάγμασι τρεῖς εἶναι γενικοὺς ἐλέους. Ἐτεὶ δὲ οἷκός ἐστι σὐστημα νομίμως ἱδρυμένον πρὸς βίον, διὰ τοῦτο νῦν « ὁ οἶκος » ἐπὶ τοῦ οἴκου Ἀαρὼν τέτακται. Καὶ σκόπει εἰ δύναται ὁ ναὸς εἶναι οἶκος Ἀαρὼν, ὅπου οἱ ἱερεῖς τὴν λατρείαν ἐπιτελοῦσι. Κεχωρισμένους οὖν τοὺς ἱερεῖς εἰς τὴν ὑμνῳδίαν ἐκάλει, ὅτι καὶ πλείονος ἀπήλαυον αὐτοὶ τιμῆς, οὐ μόνον κατὰ τὸν τῆς ἱερωσύνης λόγον, ἀλλὰ καὶ κατὰ τὰ ἄλλα πάντα. Καὶ γὰρ ἡνίκα πῦρ κατηνέχθη, διʼ αὐτοὺς κατηνέχθη, καὶ γῆ ἐσείσθη, καὶ ῥάβδος ἐβλάστησε· καὶ μυρία ἕτερα γέγονε διʼ αὐτῶν καὶ ὑπὲρ αὐτῶν θαύματα.

Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, κ. τ. ἑ. Καὶ ἀνωτέρω λέγεται· Ἰσραὴλ ἤλπισεν ἐπικαλεῖσθαι τὸν Κύριον· εἶτα οἶκος Ἀαρὼν, εἶτα οἱ φοβούμενοι τὸν Κύριον, καὶ ἕν εἶναι τοὺς φοβουμένους τὸν Κύριον, καὶ τὸν οἶκον Ἀαρὼν καὶ τὸν Ἰσραὴλ προλαβόντες εἰρήκαμεν· διὸ κοινὴν αὑτοὺς ᾠδὴν προφέρειν ἐκέλευσε τὸν ἔλεον τοῦ Θεοῦ καταγγέλλοντας. Ἔλεος γὰρ Κυρίου ὑπὲρ πᾶσαν σάρκα, καὶ οὔτε περιτομὴ, οὔτε ἀκροβυστία χωρὶς ἐλέους σωθῆναι δύναται.

Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, κ τ. ἑ. Ὁ τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύων ἐκ θλίψεως ἐπικαλεῖται τὸν Κύριον· ὁ δὲ τὴν πλατεῖαν οὐδὲ ἐπικαλεῖται « Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. »

Οὐ φοβηθήσομαι τί κοιήσει μοι ἄνθρωπος, κ. τ ἐ. Ἄνθρωπον λέγει ἡ Γραφὴ τὸν διάβολον, ὠς τὸ, « Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησε· » τὴν τῶν ζιζανίων σποράν.

Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόρματι Κυρίου ἡμυνάμην αὐτοὺς, κ. τ. ἑ. Τῶν δαιμόνων οἱ μὲν ὡς πρακτικὸν, οἱ δὲ ὡς θεωρητικὸν ἐπολέμουν αὐτόν· καὶ τοὺς μὲν προτέρους τῇ δικαιοσύνῃ, τοὺς δὲ δευτέρους τῇ σοφίᾳ ἠμύνατο.

Τοῦ αὐτοῦ. Χριστῷ μᾶλλον ὑπὸ πάντων ἐθνῶν πολεμουμένῳ ἁρμόζει ταῦτα λέγειν. Πολλά ἐστι δογμάτων εἴδη ἅτινα ὁ ἅγιος τῇ σοφίᾳ τοῦ Θεοῦ ἀμύνεται, ἀνατρέπων ὑγιεῖ λόγῳ.