Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐπίστευσα, διὸ ἐλάλησα, κ. τ. ἑ. Εἰ μὴ βεβαίως τις καὶ ἀπερισπάστως ἐπίστευσε, μὴ διδασκέτω· γνησίου γὰρ διδασκάλου φωνὴ τό· « Ἐπίστευσα, διὸ ἐλάλησα. » Αὐτοῦ δὲ τούτου τῆς ἀτυφίας καὶ ταπεινοφροσύνης δεῖγμα, μηδαμῶς ἐπὶ τῷ διδάσκειν φυσιουμένου ἐκ τοῦ· « Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. »

Τοῦ αὐτοῦ. Πίστις ἐστὶ ψυχῆς αὐτεξουσίου λογικὴ συγκατάθεσις.

Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνβρωπος ψεύστης. κ. τ. ἑ. Εἰ ἄνθρωπος καὶ ὁ Δαυῒδ, ψεύστης ἐστίν· εἰ δὲ ψεύστης ἐστὶ, λέγων ἑαυτὸν ψεύστην, οὐκ ἔστι ψεύστης, ἀλλʼ ἀληθής ἐστιν. Εἰ δὲ ἀληθής ἐστι λέγων ἑαυτὸν ψεύστην, ἄνθρωπος ὤν οὐκ ἔστι ψεύστης. Περιστρέφει ἄρα ὁ λόγος εἰς ἀμφότερα, καὶ εἰς τὸ εἶναι αὐτὸν ἀληθευτὴν, ἐὰν ἄνθρωπος ᾗ, καὶ εἰς τὸ εἶναι αὐτὸν ψεύστην. Καὶ καλεῖται ὁ λόγος οὗτος παρὰ τοῖς διαλεκτικοῖς ἄπορος.

Τοῦ αὐτοῦ. Ἐφʼ ὅσον ἄνθρωπός τις ἐστὶ, ψεύστης ἐστίν· ἐὰν δὲ ἀπόθηται τὸ εἶναι ἄνθρωπος, ἀληθευτής ἐστι. Τὸ γὰρ « ἄνθρωπος » ὄνομα ποτὲ μὲν οὐσίαν δηλοῖ, ὡς τό· « Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι· » ποτὲ δὲ χειρίστην κατάστασιν, κατὰ τό· « Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. » Τὸ μὲν γὰρ οὐσίαν, τὸ δὲ κακίστην ἕξιν δηλοῖ.

Τί ἀνταποδώσω τῷ Κυρίω, κ. τ. ἑ. Ὡς μέγα οὖν ἐν τούτοις ἀπὸ Κυρίου εὐεργετηθεὶς, καὶ βουλόμενος ἀμείψασθαι τὸν εὐεργέτην, ἀπορῶν περὶ τοῦ τρόπου [*](94 Deut. xix, 15. 95 Rom. xii, 8. 96 Exech. xviii, 4. 97 Deut. iii, 31, 98 Job. i, 1. 99 Psal. LXXXI, 7.)

1577
τῆς ἀμοιβῆς φησι· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; » Εἰς αἴσθησιν γὰρ ἐλθὼν τῶν μυρίων παρὰ Θεοῦ δωρεῶν· ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη· ὅτι ἀπὸ γῆς διαπλασθεὶς, λόγῳ τετίμηται, ἐν ᾧ καὶ τὴν εἰκόνα φορεῖν δύναται τοῦ ἐπουρανίου· ἔπειτα καὶ πρὸς τὴν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων οἰκονομίαν ἀπιδὼν, ὅτι ἑαυτὸν ὁ Κύριος ἔδωκε λύτρον ἀντὶ πολλῶν ἡμῶν, ἐπαπορεῖ, καὶ ζητεῖ ἐν πᾶσι τούτοις τοῖς ὑπάρχουσιν αὐτῷ, τί ἄξιον ἐξεύροι δῶρον τῷ Δεσπότῃ· οὐ θυσίας, οὐδὲ ὁλοκαυτώσεις, ἀλλʼ αὐτὴν πᾶσαν τὴν ἑαυτοῦ ζωήν.

Διέῤῥηξας τοὺς δεσμούς μου. κ. τ. ἑ. Πρὸς τὸ, «Τί ἀνταποδώσω τῷ Κυρίῳ;» δοκεῖ μοι ἀποδίδοσθαι πρῶτον μὲν, « ποτήριον σωτηρίου λήψομαι· » δεύτερον δὲ τὸ, « τὰς εὐχάς μου ἀποδώσω· » τρίτον τὸ « σοὶ θύσω θυσίαν αἰνέσεως· » τέταρτον τὸ, « τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω.» Ἀλλὰ τὸ μὲν πρότερον, « τὰς εὐχάς μου ἀποδώσω, » μόνον ἔχει τὸ, « ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ· » τὸ δὲ δεύτερον καὶ τὸ, « ἐν αὐλαῖς οἴκου Κυρίου, » καὶ τὸ, « ἐν μέσῳ σου, Ἰερουσαλήμ. » Καὶ τὸ μὲν πρότερον, « τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, » ἐπιφέρεται τῷ ποτηρίῳ τοῦ σωτηρίου· τὸ δὲ δεύτερον ἐπὶ πᾶσι καὶ συνημμένως τῷ, « διέῤῥηξας τοὺς δεσμούς μου, καὶ τῷ, « σοὶ θύσω θυσίαν αἰνέσεως· » τὸ δὲ, « σὺ διέῤῥηξας τοὺς δεσμούς μου, » τῷ τιμίῳ ἐναντίον Κυρίῳ θανάτῳ· ὅ δοξάσας τοῦ μαρτυρίου τὸν Θεὸν λέγει ἐπὶ τῷ διὰ μαρτυρίου τὰς προγενομένας σειρὰς τῶν ἁμαρτιῶν αὐτοῦ διεῤῥῆχθαι ἀπὸ Θεοῦ, ὡς, μηκέτι αὐτὸν ἔχειν δεσμοὺς ἁμαρτίας. Ἤ εἰ δε σμοὶ τῆς ψυχῆς οἱ σωματικοὶ τῶν διαφόρων μελῶν εἰσιν γκοι, καλῶς ἂν καὶ οὕτως λέγοιτο ἐν μαρτυρίῳ ἀπολυθεὶς τῶν δεσμῶν ἐν εἰρήνῃ εἶναι, οὐδενὸς ἢ τοῦ Θεοῦ διαῤῥήξαντος αὐτούς. Οὐ γὰρ καὶ τῶν διʼ ἥν δήποτε αἰτίαν ἀπαλλαττομένων τοῦ σώματος βιαίως ὁ Θεὸς διαῤῥήγνυσι τοὺς δεσμούς. Ποτὲ μὲν οὖν ἀποκτείνει ὁ Θεὸς, οὐ διαῤῥηγνὺς αὐτοῦ τοὺς δεσμούς· τὸν δὲ μάρτυρα οὐκ ἀποκτείνει, μόνον δὲ τοὺς δεσμοὺς αὐτοῦ διαῤῥήγνυσι. Καὶ γὰρ διὰ τὸ μαρτύριον ὁ ἕκαστος μαρτυρῶν ἑαυτὸν προσφέρει ἄμωμον θυσίαν τῷ Θεῷ, Χριστὸν μιμούμενος· λέγει τε τὸ, « Σοὶ θύσω θυσίαν αἰνέσεως. » Ἐν Ἰερουσαλὴμ γὰρ ἐπουρανίῳ, τῇ ἄνω μητρὶ ἡμῶν, ἀποδώσει ὁ δίκαιος τὰς εὐχὰς τῷ Κυρίῳ ἐπὶ παντὸς μάρτυρος τοῦ λαοῦ ,, τοῦ Θεοῦ καὶ τῆς Ἰερουσαλὴμ, ἐν τόπῳ ἐκλεκτῷ οὗτος δέ ἐστιν « ἐν αὐλαῖς οἴκου Κυρίου ἐν μέσῳ τῆς Ἰερουσαλήμ. »

Τοῦ αὐτοῦ. « Διέῤῥηξας τοὺς δεσμούς μου. » Οὐκ εἶπεν, ἔλυσας, ἀλλὰ « διέῤῥηξας, » ὡς ἀχρήστους γενέσθαι. Δεσμοὺς ἐνταῦθα τὰς θλίψεις λέγει. Ἔστι γὰρ καὶ δεσμὸς καλὸς, ὡς ὅταν λέγῃ· « Ἐν τῷ συνδέσμῳ τῆς ἀγάπης. » Δεσμοὶ δὲ καὶ αἱ προσγινόμεναι σειραὶ τῶν ἁμαρτημάτων· οἵτινες οὐ διὰ τοῦ θείου μόνον βαπτίσματος διαῤῥήσσονται, ἀλλὰ καὶ διὰ τοῦ ὑπὲρ Χριστοῦ μαρτυρίου, καὶ διὰ δακρύων τῶν ἐκ μετανοίας.

[*](0se. XI, 4.)