Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου. Ἀλλʼ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, κ. τ. ἑ. Οὐ δύναται νεκρὸς αἰνέσαι τὴν ζωὴν τὴν εἰποῦσαν, « Ἐγώ εἰμι ἡ ζωή. » — « Οὐδὲ πάντες, » οὐκ εἶπεν, « οἱ καταβάντες, » ἀλλ᾿ « οἱ καταβαίνοντες. » — « Ἀλλʼ ἡμεῖς οἱ ζῶντες, » ὡς καὶ Παῦλος· « Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπτόμενοι. »

Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι, κ. τ. ἑ. Ἐπεὶ μὴ δυνάμεθα ἑαυτοὺς ἐκτείνειν πρὸς Θεὸν εὐχόμενοι, αὐτὸς τὸ οὖς αὐτοῦ κλίνει πρὸς ἡμᾶς καὶ ἐγγίζει ἡμῖν.

Τοῦ αὐτοῦ. Ὁ τὸν ἥλιον τῆς δικαιοσύνης ἐπικαλούμενος ἐν ταῖς ἡμέραις τούτου τοῦ ἡλίου διάγων ἐπικαλείσθω.

Περιέσχον με ὠδῖνες θανάτου, κ. τ. ἑ. Ὁ ἐν βαρυτέροις γενόμενος πειρασμοῖς, καὶ βάσανον ἐν αὐτοῖς διδοὺς τῆς προαιρέσεως ἑαυτοῦ, ὡς καὶ ἐν κινδύνῳ τοῦ νικηθῆναι γενέσθαι, ἀλλὰ μὴ νικηθεὶς, λέγοι ἂν τό· « Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με. » Οὐ ταυτὸν δέ ἐστι τὸ, « ᾍδης εὗρέ με, » τῷ,« Κίνδυνοι ᾅδου εὕροσάν με.» Ὁ ᾅδης μὲν γὰρ εὑρίσκει τοῦτον, οὗ κατισχύουσιν αἱ πύλαι αὐτοῦ· κίνδυνοι δὲ ᾅδου μόνον εὑρίσκουσι τὸν διὰ τὸ μέγεθος τῶν πειρασμῶν κινδυνεύσαντα μὲν κρατηθῆναι ὑπὸ τῶν τοῦ ᾅδου πυλῶν, οὐ μὲν καὶ κρατηθέντα ὑπʼ αὐτῶν.