Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐν ἑξόδῳ Ἰσραήλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδσία ἀγέασμα αὐτοῦ, κ. τ. ἑ. Εἰ ἁγίασμα τοῦ Θεοῦ ἡ Ἰουδαία ἐστὶν, ἡ δὲ Ἰουδαία ἐξομολογούμενος ἑρμηνεύεται, πᾶσα ἐξομολογουμένη ψυχὴ ἁγίασμα τοῦ Θεοῦ ἐστι.

Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων, κ. τ. ἑ. Τὰ ὄρη καὶ οἱ βουνοί νοεραὶ φύσεις εἰσὶ χαίρουσαι ἐπὶ τῇ σωτηρίᾳ τοῦ Ἰσραήλ. Εἰ γὰρ χαίρουσιν οἱ ἐν τοῖς οὐρανοῖς ἐπὶ ἐνὶ μετανοοῦντι, πόσῳ μᾶλλον ἐπὶ τοσαύταις μυριάσιν ὁδευούσαις ἀπὸ κακίας πρὸς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν Θεοῦ !

Τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὐδάτων, καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων, κ. τ. ἑ. Ὡς μὲν πρὸς τὴν ἱστορίαν ἅπαξ ἐν τῇ ἐρήμιῳ [*](86 I Cor. iv, 1. 87 Matth. iv, 24. 88 ibid. xxiv, 6. 89 Gal. iv, 27.)

1573
στρέψας τὴν πέτραν ἐπότισε τὸν Ἰσραήλ· ὡς δὲ πρὸς τὸ πνεῦμα ἀεὶ στρέφει τὴν πέτραν, ἥτις ἐστὶν ὁ Χριστὸς, καὶ ποτίζει τὸν πνευματικὸν Ἴσραήλ.

Εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων, κ. τ. ἑ. Οὐχ οἱ μεγάλοι μετὰ τῶν μικρῶν εὐλογοῦνται, ἀλλʼ οἱ μικροὶ μετὰ τῶν μεγάλων, ἵνα καὶ αὐτοὶ γένωνται μεγάλοι. Τὸ δὲ μικρὸν ἐνταῦθα καὶ τὸ μέγα οὐκ ἐπὶ τοῦ ἐκτὸς, ἀλλʼ ἐπὶ τοῦ ἐντὸς νοητέον.