Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τὰ λόγια Κυρίου λόγια ἁγνά· ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισ μένον ἑπταπλασίως, κ. τ. ἑ. Κἄν καλὰ δὲ (9) λόγια παρὰ τοῖς οὐκ ἐκ τῆς μερίδος τοῦ Χριστοῦ, οὐκ ἔστιν ἁγνὰ, ἅτε ψεύδεσι μυρίοις συμπεφυρμένα· τὰ δὲ τοῦ Κυρίου μόνα ἁγνά ἐστιν, οἷς οὐδὲν ψεῦδος ἀναμέμικται, καὶ οὕτως ἁγνὰ ὡς δεδοκιμασμένον καὶ διὰ χωνείας κεκαθαρμένον ἀργύριον· ὅθεν οὐδὲ ἀμφιβάλλειν χρὴ πρὸς τὰ παρʼ αὐτῶν σημαινόμενα.

[*](21 Rom. VII, 24. 22 II Cor. VI 10. 22 ibid. 24 II cor. v, 4. 25 Rom. VII, 24. 26 Psal. XXXIII, 11. 27 Psal. LXXVIII, 8. 28 II Cor. VIII, 9. 29 Hebr. 1, 2. 30 Cor. XII, 28. 31 Act. XX, 28.)[*]((5) Καὶ ὁ Φαραώ, etc. Schedæ Grabii.)[*]((6) Ὡς ὁ Παῦλος ἔφη, etc. Schedæ Grabii, Barbarus.)[*]((7) Καὶ ἄλλως δὲ τῶν, etc. Catena collegii novi Oxoniensis, Barbarus.)
1204

Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος;κ. τ.ἑ. Μήποτε ὡς πρὸς τὸ τέλος (10) λέγει ἐπιλελῆσθαι αὐτοῦ τὸν Θεὸν, καὶ οὐχ ἀπλῶς ἐπιλελῆσθαι. Καὶ ἐν ἄλλῳ ψαλμῷ ἐπιλελησμένη ὠνόμασται. « Ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ; » Τοῦτο τὸ πρόσωπον οἱ ἄγγελοι βλέπουσι διαπαντός. Ὅταν γὰρ ἑαυτὸν ἐμφανίζῃ τῷ χωρητικῷ τῆς θέας τοῦ προσὡπου αὐτοῦ ὁ Θεὸς, παύσεται ἀποστρέφων ἀπʼ αὐτοῦ, καὶ κρύπτων τὸ πρόσωπον ἑαυτοῦ· ὅπερ ἐποίει ποτὲ καὶ ἐπὶ Μωϋσέως, φειδόμενος αὐτοῦ, ἕως ἅνθρωπος ἦν. Ἀποστρέφει ὁ Θεὸς τὸ πρόσωπον αὐτοῦ κηδεμονικῶς, ὅταν ἀνάξια τῶν ἐντολῶν αὐτοῦ πράτττωμεν. Ποιεῖ δὲ τοῦτο ἵνα ἡμᾶς ἐπισπάσηται. t ἐπεὶ πρόσωπον τοῦ Πατρὸς Υἱὸς, αἰτεῖ ταχύτερον αὐτοῦ γενέσθαι τὴν σάρκωσιν, τὸ τοιοῦτο ῥητὸν τέθεικεν.

Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μον. κ. τ. ἑ. Βουλὰς τίθεταί τις (11) πρῶτον πλείονας ἐν τῇ ψυχῇ αὐτοῦ, εἶτα ἐπὶ τέλει τὴν ἐπὶ πᾶσι μεγάλην βουλὴν τὴν τοῦ Θεοῦ, ἧς τὸ πνεῦμα ἐπανεπαύσατο ἐπὶ τὴν ἐξ Ἰεσσαὶ ῥάβδον.

Φώτισον τοὺς ὀφθαλμούς μοι, μή ποτε ὑπνώσω εἰς θάνατον, κ. τ. ἑ. « Φωτίσατε ἑαυτοῖς (12) φῶς γνώσεως. » Ὡς ἐν σκότει ταῖς συμφοραῖς περιέχομαι, καὶ εἰ μή μου τὸ τῆς ἀθυμίας ἀπελάσῃς σκότος, ἀλλʼ ὑπερθῇ τὴν βοήθειαν, εἰς θάνατον ὁ ὕπνος μεταβληθήσεται, τῆς λύπης παντελῶς τοῦ λογισμοῦ κρατησάσης.