Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τὰ χειλη ἡμῶν παρʼ ἡμῶν ἐστι, τίς ἡμῶν Κύριός ἐστι; κ. τ. ἑ. Καὶ ὁ Φαραώ (5) φησιν· « Οὐκ οἶδα τὸν Κύριον, » ὁμοίως τῷ φάσκοντι· « Τίς ἡμῶν Κύριός ἐστι; »

Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κόριος, κ. τ. ἑ. Ὡς ὁ Παῦλος ἔφη (6) καὶ τὸ, « Ταλαίπωρος ἐγὼ ἄνθρωπος· » καὶ τὸ, « Ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες· » καὶ τὸ, « Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, » καὶ τὰ ἑξῆς· καὶ τὸ, « Οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν. »

Τοῦ αὐτοῦ. Καὶ ἄλλως δὲ τῶν (7) ἀλαζονευόντων στενάζουσιν οἱ πτωχοὶ τὴν τυραννίδα μὴ φέροντες. Διὸ φησὶν ὁ Κύριος· « Ἀναστήσομαι, ὡς ἂν θῶ μου τὴν βουλὴν ἐν σωτηρίῳ. Παῤῥησιάσομαι ἐν αὐτῷ » κατὰ τῶν ὑπερηφάνων, καὶ τῆς ταλαιπωρίας ἀπαλλάξω τοὺς πένητας, κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν ἀναστὰς καὶ πρὸς ἡμᾶς ἀφικόμενος, ὡς φανερωθῆναι σωτηρίαν τῶν ἔξω ταλαιπωρίας καὶ τοῦ στενάζειν γεγενημένων. Τοιγαροῦν ὁ Παῦλος εἰπών· « Ταλαίπωρος ἐγὼ ἅνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; » ἐπάγει· « Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. » Ἐδήλωσε γὰρ, ὅτι Κύριος ὁ ῥυσόμενος τὸν ταλαιπωροῦντα. Διὸ εἶχε σῶμα θανάτου, ὁ καὶ νῦν λέγων· « Νῦν ἀναστήσομαι. » Φασὶ δὲ πτωχὸν τὸν ἐκπεσόντα πλούτου· πένητα δὲ τὸν ἐκ πόνου τὰ πρὸς τὸν βίον περιποιούμενον. Λέγει δὲ ἡ Γραφή· « Πλούσιοι ἐπτώχευσαν, » καὶ τό· « Ἐπτωχεύσαμεν σφόδρα· » καὶ περὶ τοῦ Σωτῆρος, « ὅς ἐπτώχευσε διʼ ἡμᾶς πλούσιος ὤν, ἵνα » ἡμεῖς « πλουτήσωμεν τῇ αὐτοῦ πτωχείᾳ. » Λέγει δὲ περὶ τοῦ στεναγμοῦ τῶν πενήτων, ὡς ἀεὶ στεναζόντων ἐπὶ τῷ πόνῳ. Τὸ δὲ, « Θήσομαι ἐν σωτηρίῳ, » δηλοῖ τὸ, Ὁρίσω καὶ ποιήσω· ὡς καὶ τὸ, « Ὅν ἔθηκε κληρονόμον πάντων· » ὁποῖον καὶ τὸ, « Ἕθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, » καὶ τὰ ἑξῆς· καὶ πρὸς τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας· « ᾿ Υμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν, » ὡρίσθαι καὶ πεποιῆσθαι σημαῖνον.

Θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ, κ. τ. ἑ. Ὁ θησαυρίζων (8) ἐν οὐρανῷ, τεθεὶς ἐν σωτηρίῳ, ταῦτά φησι· « Παῤῥησιάσομαι ἐν αὐτῷ· » ἡ γὰρ συνείδησις αὐτοῦ οὐ καταγινώσκει.