Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ, κ. τ. ἑ Ὑπερῷα Θεοῦ φύσεις καθαραὶ ποτίζουσαι τοὺς ὑψηλοτέρους τῇ καρδίᾳ.

Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, κ. τ. ἑ.

Ὁ δὲ Ἑβραῖος καὶ οἱ λοιποὶ « τοῦ Κυρίου » τεθείκασιν. Διεξελθὼν τὰ κάρπιμα, ἀναγκαίως μνημονεύει καὶ τῶν ἀκάρπων, ὡς ἀναγκαῖον τοῖς ἀνθρώποις καὶ αὐτὰ παρεχόντων χρείαν. Διὰ τοῦτο καὶ « Κυρίου » αὐτὰ προσηγόρευσεν, ὡς αὐτοφυᾶ καὶ οὐ χειρόκμητα, ἀλλὰ τῷ θείῳ λόγῳ βλαστήσαντα· διὸ καὶ ἐπήγαγεν· « Αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας. »

Τοῦ αὐτοῦ. Ὥσπερ ἐστί τινα ξύλα τοῦ παραδείσου, οὕτω καὶ ξύλα πεδίου.

Πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις, κ. τ. ἐ. Ὁ χοιρογρυλλίου ἔχων κατάστασιν προσφυγέτω τῇ πνευματικῇ πέτρᾳ τῇ ἀκολουθούσῃ ἐν τῇ ἐρήμῳ, καὶ ποτιζούσῃ τὸν Ἰσραήλ.

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ, κ. τ. ἑ. Ὁ ἥλιος τῆς δικαιοσύνης ἔγνω νῦν τοὺς ἐν οἷς ἔδυ ποτέ. Ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν, κ. τ. ἑ.

Ἐν οἷς ἀνατέλλει ὁ ἥλιος τῆς δικαιοσύνης, ἐν τούτοις καὶ αἱ κακίαι κατὰ δύναμιν ὑπάρχουσιν.

Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἐσπέρας, κ. τ. ἑ. Ἔργον νῦν λέγει αὐτὴν τὴν ὕλην περὶ ἢν ἡ ἐργασία· ἐργασίαν δὲ αὐτὴν τὴν τέχνην τὴν περὶ τὴν ὕλην γινομένην.

Ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμὸς, κ. τ. ἑ. Τῶν ἑρπετὢν ἀνθρώπων διὰ τὴν κακίαν οὐκ ἔστιν ἀριθμός· « Ὁ γὰρ ἀριθμῶν, φησὶ, πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. »