Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἀναβαλλόμενος φῶς ὡς ίμάτιον, κ. τ. ἑ. Ἱμάτιον Κυρίου γνῶσις ἀληθής· ὁ δὲ ἐνδυόμενος αὐτὸ φθ τισθήσεται ὑπʼ αὐτοῦ.

Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, κ. τ. ἑ. Διὰ τί οὐκ εἶπεν, « ἐκτείνας, » ἀλλʼ « ἐκτείνων, » ἢ ἅπαξ μὲν αὐτὸν κατʼ οὐσίαν ἐξέτεινεν, ἀεὶ δὲ αὐτὸν ἐκτείνει κατὰ τὴν πρόνοιαν; Τοιοῦτόν ἐστι καὶ τὸ Ἰὼβ εἰρημένον· ὁ « Ποιῶν Πλειάδα. καὶ Ἔσπςρον, καὶ Ἀρκτοῦρον καὶ ταμεῖα Νότου. »

1561

Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, κ. τ. ἐ. Τῷ μὲν Ἀβραὰμ οἱ ἄγγελοι ὡς πνεύματα ἐφάνησαν, τοῖς δὲ Σοδομίταις ὥσπερ πῦρ φλέγον.

Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κ. τ. ἐ.

Ὁ μὲν Ἰὼβ εἶπε· « Κρεμάσας τὴν γῆν ἐπὶ μηδενός· » ὁ δὲ Δαυῖδ, « ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς.

Ἑκάτεροι δὲ ἀναιροῦσι τὸ εἶναι σῶμά τι ἕτερον βαστάζον αὐτὴν ὑποκάτω· ἡ γὰρ ἀσφάλεια οὐκ ἔστιν οὐσία, ἀλλὰ τέχνη Θεοῦ, ἀκίνητον τὴν γῆν ἐν τῇ σφαίρᾳ διαφυλάττουσα.

Ἄβυσσος ὡς ἱμάτιαον τὸ περιβόλαιον αὐτοῦ, κ. τ. ἑ. Τὸ ἀκατάληπτον τῆς γνώσεως τοῦ Θεοῦ διὰ τῆς ἀβύσσου παρίστησι.

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τόν τόπον ὃν ἐθεμελίωσας αὐτοῖς, κ. τ. ἑ. Λογικάς τινας διὰ τῶν λόγων τούτων αἰνίττεται φύσεις.

Ὅριον ἔθου ὃ οὐ παρελεύσονται, κ. τ. ἑ. Περὶ τῶν καταχθονίων δαιμόνων ταῦτα λέγεσθαί φασι.