Selecta in Deuteronomium

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Οὗτοι στήσοται εὐλογεῖν τὸν λαόν. Παρατηρητέον ὅτι οἱ εὐλογεῖν ταχθέντες ἀπὸ τῶν ἐλευθέρων γυναικῶν καὶ συγγενῶν τοῦ Ἰακὼβ ἐγεννήθησαν· οὕτω οἱ δὲ καταρᾶσθαι ἀφορισθέντες ἀπὸ τοῦ ὅρους Γεβὰλ, ἀπὸ τῶν παιδισκῶν ἦσαν, πλὴν τοῦ Ῥουβὶμ καὶ τοῦ Ζαβουλών. Τέτακται δὲ ὁ Ῥουβὶμ μετὰ τῶν καταρωμένων, ὡς καὶ καταρώμενος ὑπὸ τοῦ πατρός. Εἰ δὲ καὶ τὸν Λευὶ κατηράσατο, ἀλλὰ λελύτρωται αὐτὸς τῇ ἱερατικῇ ἀξία. Μάλιστα γὰρ ἱερέως ἐστὶ τὸ τὸν λαὸν εὐλογεῖν. Ἀλλὰ καὶ ὁ Συμεὼν ὡς ἐν μέσῳ τῆς Ἰούδα φυλῆς οἰκήσας, καὶ ὥσπερ μέρος αὐτῆς γεγονὼς, διὰ τοῦτο ὅπου Ἰούδας, ἐκεῖ καὶ αὐτὸς ἀριθμεῖται.