Selecta in Deuteronomium
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἀριθμῷ τεσσαράκοντα μαστιγώσουσιν αὐτόν. Ἀεί γε τετηρήκαμεν κακωτικὸν ὄντα τὸν μ΄ ἀριθμόν· ὅθεν Μωῦσῆς ὁ μέγας τεσσαράκοντα ἡμέρας νηστεύσας, καὶ μετὰ τοῦτον ὁ Ἠλίας· ἀλλὰ καὶ ὁ Σωτὴρ ἡμῶν πειραζόμενος ὑπὸ τοῦ διαβόλου οὐκ ἔφαγεν μ΄ ἡμέρας καὶ μ΄ νύκτας· καὶ ὁ μέγας δὲ κατακλυσμὸς ἐπὶ τῆς γῆς γίνεται, ὕοντος τοῦ Θεοῦ, τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Οὐκ ἐπιβαλεῖς αὐτοῖς σίδηρον. Ζητητέον διὰ τί σίδηρον οὐκ ἐᾷ τῶν λίθων ἅψασθαι εἰς τὴν οἰκοδομὴν τοῦ θυσιαστηρίου χρησιμευόντων. Ἀλλὰ καὶ μετὰ ταῦτα εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ λίθους ἀπελεκήτους προστάττει συναγαγεῖν, καὶ οἰκοδομῆσαι. Εἰ γὰρ ἄτοπον τὸ σίδηρον ἅπτεσθαι τοῦ λίθου πρὸς οἰκοδομὴν ἁρμόττοντος, πῶς οὖν ἄρα οἱ κίονες. πῶς οὖν αἱ σανίδες καὶ αἱ τούτων κεφαλίδες εἰργάσθησαν; Ἢ πῶς ὅσα ἐκ χαλκοῦ γέγονεν ἢ χρυσοῦ ἢ ἀργύρου, κατεσκευάσθη ἄρα ἄνευ σιδηροῦ; Καὶ πῶς οἷόντε; Διὰ τούτωνφανερὸν μὲν, ὅτι οὐχ ἀπλῶς ἀπαγορεύει τὸ σίδηρον ἅψασθαι τῶν λίθων. Τίς οὖν ἡ αἰτία; Λέγομὲν οὐ διϊσχυριζόμενοι. Ταῦτα δὴ τοίνυν. Σκληρὸν σιδήριον ἐπιβάλλειν, πῶς οὐ μᾶλλον ἀπαγορευτέον σκληρῷ ἐπιβάλλειν καὶ συγκρούειν κωλύει. Μεγάλα γὰρ φιλεῖ τίκτεσθαι κακὰ ἐκ αῆς τῶν σκληρῶν συμμίξεως καὶ συγκρούσεως. Ἢ τὸν φόνον ὡς ποῤῥωτάτω τῆς καρδίας τῶν ἀνθρώπων ἐκβάλλει· καὶ μάλα δικαίως. Εἰ γὰρ οὐ χρὴ λίθῳ τῷ οἰκοδομουμένῳ εἰς τὴν τοῦ θυσιαστηρίου κατασκευὴν, ἢ τοῦ ναοῦ, σιδήριον ἐπιβάλλειν, πῶς οὐ μἄλλον ἀπαγορευτέον τὸ σίδηρον ἁρπάζειν, καὶ κατὰ τοῦ πλησίον φονᾷν;΄