Selecta in Deuteronomium
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Τοῦ αὐτοῦ. Οὔτε γὰρ δεῖ τοὺς πέλας πλεονεκτεῖν, οὐδὲ τοὺς τῶν πατέρων ὅρους ὡς καλῶς παγέντας παρακελεύειν. Τοῦτο γὰρ αἴτιον πάσης συγχύσεως ἔσται, τῶν μὲν ὁμορούντων ὡς ἀδικουμένων, περ φρονουμένων δὲ τῶν ὁρισάντων. Πλησίον δέ τινες πάντα ἄνθρωπον λέγουσιν.
Ἐὰν δὲ καταστῇ μάρτυς ἄδικος κατὰ ἀνθρώπου. Ταῦτα μὲν ὁ νόμος πρὸς ἀσθενεῖς τοὺς Ἰσραηλίτας· ὁ δὲ Κύριος ὁ ταῦτα νομοθετήσας τοῖς ἑαυτοῦ μαθηταῖς φησιν· « Ἠκούσατε ὅτι ἐῤῥήθη, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, » καὶ τὰ ἑξῆς, « Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ. »
Τοῦ αὐτοῦ. Ταῦτα μὲν ἐπὶ αἰσθητοῦ καὶ τῶν κατὰ κόσμον, ἐπὶ δὲ τῶν ἡμαρτημένων ἡμῖν, οὐδενὸς δεῖται Θεός. Αὐτὸς γὰρ ἐπόπτης ἁπάντων καὶ κριτής.
[*](74 Deut. xii, 32. 75 ibid. xiv, 6. 76 ibid. 9. 77 Deut. xvi, 13. 78 Osc. ix, 5. 79 Deut. xix, 41. 80 Deut. xix, 16 81 Matth v, 38.)Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος. Ὁ τοῖς γηΐνοις ἐγκείμενος καὶ οἰκίαν οἰκοδομῶν, καὶ φυτεύων ἀμπελῶνας, ταῖς φιλοσαρκίαις ἡδονῶν ἡττώμενος, ἔσται πάντως δειλός τε καὶ ἄναλκις.
Ἐὰν δέ τινι υἱὸς ἀπειθὴς ᾖ. Οὐχ ἁπλῶς βούλεται ἀναιρεῖσθαι αὐτοὺς παραπικραίνοντας τοὺς γονεῖς· ἀλλʼ ὅταν ἀμφότεροι συμφωνήσωσιν οἱ γονεῖς κατὰ τοῦ παιδός. Ἐπειδὴ γὰρ ἄν τε ὁ πατὴρ ὀργισθῇ, καὶ ἀνελεῖν ὁρμήσῃ τὸν υἱὸν, ἡ μήτηρ ἐπέχει· ἄν τε αὐτὴ παροξυνθῇ, ὁ πατὴρ οὐκ ἐᾷ· καὶ σπάνιον ἔσται συμφωνῆσαι τοὺς γονεῖς κατὰ τοῦ ἰδίου αὐτῶν τέκνου, προστάττει ὁ Θεὸς, ὅταν ἀμφότεροι συμφωνήσωσι κατὰ τοῦ παιδὸς, τότε καταλεύειν αὐτὸν, οὐ τοὺς γεννήσαντας, ἀλλὰ τοὺς λοιπούς.
Οὐ κατασπερεῖς τὸν ἀμπελῶνά σου διάφορον. Ἴνα μὴ ἀτονωτέρα γένηται ἡ γῆ, ὡς μήτε τὸ σπέρμα πλῆρες ἀπδιδόναι, μήτε τῆς ἀμπέλου τὸν καρπὸν, ἀλλὰ καθʼ ἑαυτοῦ ἕκαστον.
Οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπὶ τὸ αὐτό. Τὸ γαῦρον τῆς ψυχῆς καὶ φιλόπονον τῷ φιληδόνῳ καὶ παθητικῷ μὴ συζεύξῃς.
Τοῦ αὐτοῦ. Ἡσαΐας δὲ πάλιν γράφει· « Μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ. » Ποῖον ὕδωρ, ἐφʼ ᾧ δεῖ σπείρειν τὸ καλὸν σπέρμα; Εἴη δὲ τοῦτο βάπτισμα τῆς σωτηρίας, τὸ λουτρὸν τῆς παλιγγενεσίας. Σπεῖρε ἐπὶ τὸ μυστήριον τοῦ λουτροῦ, καὶ γίνῃ μακάριος. Ἐκεῖ βοῦς καὶ ὄνος πατεῖ, βοῦς ὁ καθαρὸς ὁ Ἰσραηλίτης, καὶ ὄνος ἀκάθαρτος ἐκ γένους ὁ ἀπὸ τῶν ἐθνῶν· ἵνα σύμβολον ᾖ ἀμφότερα τὰ ζῶα τοῦ λόγου τοῦ τοῖς ἔθνεσι κεκηρυγμένου. Πατεῖ οὖν βοῦς καὶ ὄνος, φησὶ, τοῦτο τὸ ὕδωρ ὅπου σπείρειν θέλομεν.
Ἐὰν δὲ γένηται παῖς παρθένος μεμνηστευμένη ἀνδρί. Τὴν ἤδη μεμνηστευμένην γυναῖκα καλεῖ οὕτω καὶ ἐπὶ τοῦ Ἰωσὴφ καὶ τῆς θεοτόκου ἐλέχθη.
Καὶ ἔως εἰς τὸν αἱῶνα. Ἐπειδὴ καὶ οὗτοι ἐκ πορνείας εἰσὶν ἀπὸ τῶν θυγατέρων τοῦ Λώτ· οὐ μόνον δὲ ἕως γενεᾶς δεκάτης ἄδεκτοι τῇ συναγωγῇ τοῦ Ἰσραήλ εἰσιν, ἀλλὰ καὶ εἰς τὸν αἰῶνα. Οὕτω βούλεται αὐτοῖς τὴν ἔχθραν ἀῒδιον εἶναι· κατὰ μὲν τὸ νόημα καὶ τὴν ἀληθῆ αἰτίαν τῆς θείας Γραφῆς, ἐπειδὴ τὸν Βαλαὰμ ἐμισθώσαντο, ἐφʼ ᾧτε καταράσασθαι τοῖς Ἑβραίοις, ἀλλὰ καὶ τὰς αὐτῶν γυναῖκας καὶ τὰς θυγατέρας, ὅσαι ἦσαν ὡραῖαι τῇ ὄψει καὶ καλαὶ τῷ εἴδει, προέσνησαν τοῦ γένους, ὥστε αὐτὰς δοῦναι πρὸς πορνείαν τοῖς Ἰσραηλίταις, καὶ πορνείαν διὰ τοῦτο χαλεπωτάτην προξενῆςαι τοῖς Ἑβραίοις· αὕτη δὲ ἦν τὸ ἀποστῆναι μὲν τοῦ Θεοῦ, τελεσθῆναι δὲ τῷ Βεελφεγώρ· ὅπερ καὶ γέγονεν.
Οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον. Ὅτι μονόλιθον, φησὶν, ἀδύνατον συντρίψαι τὸν σῖτον· δίδυμον γὰρ ἀῤῥενόθηλυ κατασκευάζεται μύλος. Ἐπεὶ οὖν καὶ Ἰουδαῖοι μίαν διαθήκην ἔχουσιν· ὁμοίως δὲ καὶ πᾶσα αἵρεσις δοκοῦσα ταύτην τὴν καινὴν μόνην ἔχειν, οὐκ ἀλήθουσι ἐν τῷ μυλῶνι τούτῳ, ἵνα γεύσωνται τοῦ ἐπουρανίου ἄρτου· ἐὰν [*](82 Deut. xx, 8. 83 Deut. xxi, 18. 84 Deut xxii, 9. 85 ibid. 10. 86 Isa. xxxii, 20. 87 Deut. xxii, 23. 88 Deut. xxiii, 3. 89 Deut. xxiv, 6.)
Ἀριθμῷ τεσσαράκοντα μαστιγώσουσιν αὐτόν. Ἀεί γε τετηρήκαμεν κακωτικὸν ὄντα τὸν μ΄ ἀριθμόν· ὅθεν Μωῦσῆς ὁ μέγας τεσσαράκοντα ἡμέρας νηστεύσας, καὶ μετὰ τοῦτον ὁ Ἠλίας· ἀλλὰ καὶ ὁ Σωτὴρ ἡμῶν πειραζόμενος ὑπὸ τοῦ διαβόλου οὐκ ἔφαγεν μ΄ ἡμέρας καὶ μ΄ νύκτας· καὶ ὁ μέγας δὲ κατακλυσμὸς ἐπὶ τῆς γῆς γίνεται, ὕοντος τοῦ Θεοῦ, τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Οὐκ ἐπιβαλεῖς αὐτοῖς σίδηρον. Ζητητέον διὰ τί σίδηρον οὐκ ἐᾷ τῶν λίθων ἅψασθαι εἰς τὴν οἰκοδομὴν τοῦ θυσιαστηρίου χρησιμευόντων. Ἀλλὰ καὶ μετὰ ταῦτα εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ λίθους ἀπελεκήτους προστάττει συναγαγεῖν, καὶ οἰκοδομῆσαι. Εἰ γὰρ ἄτοπον τὸ σίδηρον ἅπτεσθαι τοῦ λίθου πρὸς οἰκοδομὴν ἁρμόττοντος, πῶς οὖν ἄρα οἱ κίονες. πῶς οὖν αἱ σανίδες καὶ αἱ τούτων κεφαλίδες εἰργάσθησαν; Ἢ πῶς ὅσα ἐκ χαλκοῦ γέγονεν ἢ χρυσοῦ ἢ ἀργύρου, κατεσκευάσθη ἄρα ἄνευ σιδηροῦ; Καὶ πῶς οἷόντε; Διὰ τούτωνφανερὸν μὲν, ὅτι οὐχ ἀπλῶς ἀπαγορεύει τὸ σίδηρον ἅψασθαι τῶν λίθων. Τίς οὖν ἡ αἰτία; Λέγομὲν οὐ διϊσχυριζόμενοι. Ταῦτα δὴ τοίνυν. Σκληρὸν σιδήριον ἐπιβάλλειν, πῶς οὐ μᾶλλον ἀπαγορευτέον σκληρῷ ἐπιβάλλειν καὶ συγκρούειν κωλύει. Μεγάλα γὰρ φιλεῖ τίκτεσθαι κακὰ ἐκ αῆς τῶν σκληρῶν συμμίξεως καὶ συγκρούσεως. Ἢ τὸν φόνον ὡς ποῤῥωτάτω τῆς καρδίας τῶν ἀνθρώπων ἐκβάλλει· καὶ μάλα δικαίως. Εἰ γὰρ οὐ χρὴ λίθῳ τῷ οἰκοδομουμένῳ εἰς τὴν τοῦ θυσιαστηρίου κατασκευὴν, ἢ τοῦ ναοῦ, σιδήριον ἐπιβάλλειν, πῶς οὐ μἄλλον ἀπαγορευτέον τὸ σίδηρον ἁρπάζειν, καὶ κατὰ τοῦ πλησίον φονᾷν;΄
Οὗτοι στήσοται εὐλογεῖν τὸν λαόν. Παρατηρητέον ὅτι οἱ εὐλογεῖν ταχθέντες ἀπὸ τῶν ἐλευθέρων γυναικῶν καὶ συγγενῶν τοῦ Ἰακὼβ ἐγεννήθησαν· οὕτω οἱ δὲ καταρᾶσθαι ἀφορισθέντες ἀπὸ τοῦ ὅρους Γεβὰλ, ἀπὸ τῶν παιδισκῶν ἦσαν, πλὴν τοῦ Ῥουβὶμ καὶ τοῦ Ζαβουλών. Τέτακται δὲ ὁ Ῥουβὶμ μετὰ τῶν καταρωμένων, ὡς καὶ καταρώμενος ὑπὸ τοῦ πατρός. Εἰ δὲ καὶ τὸν Λευὶ κατηράσατο, ἀλλὰ λελύτρωται αὐτὸς τῇ ἱερατικῇ ἀξία. Μάλιστα γὰρ ἱερέως ἐστὶ τὸ τὸν λαὸν εὐλογεῖν. Ἀλλὰ καὶ ὁ Συμεὼν ὡς ἐν μέσῳ τῆς Ἰούδα φυλῆς οἰκήσας, καὶ ὥσπερ μέρος αὐτῆς γεγονὼς, διὰ τοῦτο ὅπου Ἰούδας, ἐκεῖ καὶ αὐτὸς ἀριθμεῖται.
Καὶ αὕτη ἡ εὐλογία ἣν ηὐλόγησε Μωϋσῆς. Αἱ παρὰ Ἰακὼβ προῤῥήσεις, οὕτε πᾶσαι εὐλογίαι ἦσαν, οὕτε πᾶσαι ἀραί· αἱ δὲ παρὰ Μωῦσέως, πᾶσαι εὐλογίαι.
Καὶ κατέσπευσεν ἐξ ὄροῦς Φαράν. Τουτέστι [*](90 Deut. xxv, 3. 91 Deut. xxvii, 5. 92 Deut. xxvii, 12. 93 Deut. xxxiii, 1. 94 ibid. 2.)
Σὺν μυριάσι Κάδης. Νῦν Κάδης οὐ τὸν τόπον λέγει, ἀλλὰ τοὺς ἁγίους. Κάδης γὰρ τὸ ἄγιον λέγεται τῇ Ἑδραΐδι γλώττῃ.
Καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. Τουτέστιν, ἔσωσε παραγενόμενος τοὺς οὐ λαοὺς ποτὲ, νῦν δὲ λαοὺς Θεοῦ, τοὺς οὐκ ἠλεημένους, νῦν δὲ ἐλεηθέντας. « Ἐν τούτῳ γὰρ, φησὶν ὁ ἀπόστολος Πέτρος, ἐφανερώθη ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν. » Καὶ ὁ ἅγιος Ἰωάννης λέγει ἐν τῇ καθολικῇ, ὅτι « τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς εἰς τὸν κόσμον, ἵνα ζήσωμεν διʼ αὐτοῦ. » Καὶ ὁ μακάριος δὲ Παῦλός φησιν· « Ὅ γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλʼ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. » Ἐφείσατο οὖν τοῦ λαοῦ.
Καὶ πάντες οἱ ἡγιασ μένοι ὑπὸ τὰς χεῖράς σου. Πάντων γὰρ κρατεῖ, ὡς βασιλεὺς οὐρανοῦ καὶ γῆς. Ὡς βασιλεῖ παριστάμενοι, ὡς Θεῷ λειτουργοῦντες, ὡς ποιητῇ προσκυνοῦντες, καὶ ὑπʼ αὐτόν εἰσιν· « αὐτὸς γὰρ καὶ τὰ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. »
Συναχθέντες ἄρχοντες λαῶν. Οἱ θεσπέσιοι μαθηταὶ, ᾗ φησι καὶ ὁ Δαυὶδ ἐκ προσώπου αὐτῶν· « Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.» Καὶ πάλιν· Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ. » Τὴν κλῆσιν οὖν δηλοῖ τῶν ἐθνῶν, ὦς τοῦ Θεοῦ μέλλοντος ἄρξειν ἐν ταὐτῷ καὶ τοῦ Ἰσραὴλ καὶ τῶν ἐθνῶν. « Ἠγαπημένος » δὲ λέγεται ὁ Υἱός. « Οὗτος γάρ ἐστι, φησὶν, ὁ Υἱός μου ὁ ἀγαπητός. » Καὶ διὰ τοῦτο ἄρχει ἡμῶν ὁ Παπτὴρ καὶ βασιλεύει.
[*](95 Deut. XXXIII, 2. 96 ibid 3. 97 I Joan. IV, 9. 98 ibid. 99 Rom. VIII, 32. 1 Deut. XXXIII, 3. 1 Core XV, 26. 3 Deut. XXXIII, 5. 4 Psal. XLVI, 4. 5ibid., 10. 6 Matth. III, 17.)