Selecta in Deuteronomium
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Καὶ εἶπα πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ. Οὐχ ἀπλῶς ὁ Μωῦσῆς φησιν, « εἶπον ὑμῖν» ἀλλʼ ἐπειδὴ ἔμελλεν αὐτοῦ ἀναχωρήσαντος διαδέχεσθαι αὐτὸν Ἰησοῦς ὁ τοῦ Ναυῆ, οὐκ ἄτοπόν φησι τὸ πρᾶγμα, ἀλλὰ καὶ ἑπόμενον. Προλαβὼν γὰρ, φησὶ, παρεκάλεσα, καὶ, ὡς ἐπενεύσατε, ἐπέστησα κριτάς· ὥστε καὶ τῷ κατὰ προφητικὴν χάριν καὶ ὁδηγητικὴν διαδεχομένῳ με Ἰησοῦ τῷ τοῦ Ναυῆ πείθεσθε.
Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Καὶ τῶν προδευτάς.
Ἔδωκα τῷ Ῥουβὶμ καὶ τῷ Γάδ. Οἱ ὑποδεέστεροι [*](56 Deul. 1, 3. 57 ibid. 9, 10. 58 ibid. 59 Deut. III, 12.)
Φωνὴν ῥημάτων ἣν ὑμεῖς ἠκούσατε, καὶ τὰ ἑξῆς. Οὐχ ὅτι ὁρατὴ ἡ φωνὴ, οὐδʼ ὅτι φύσει φωνὴν ἔχει ὁ Θεός· τοῦτο γὰρ καὶ συνθέτου φύσεως ἂν εἴη· ἀλλʼ ἐπειδὴ καὶ αἱ σάλπιγγες, καὶ αἱ φωναὶ, ὡς αὐτὸς οἶδεν ὁ Θεὸς, ἐπετελοῦντο ἐκ τῆς τῶν ὁρωμένων συνεχείας δημιουργούμεναι στοιχείων· τοῦ πυρὸς λέγω καὶ τοῦ γνόφου· ὥστε καὶ ἀκούεται φωνὴ, καὶ οὐχ ὁρᾶται· ἀλλʼ οὗν ἐπὶ τῶν τοῦ Θεοῦ θαυμάτων καὶ ἡ φωνὴ ὁρᾶται.
Καὶ ὤμοσεν ἴνα μὴ διαβῶτὸν Ἰορδάνηντοῦτον. Μωῦσῆς, μὴ δοξάσας τὸν Θεὸν ἐπὶ τοῦ λαοῦ, ἐκωλύθη παρελθεῖν μετʼ αὐτῶν, ἵνα μὴ ὅν ἐτίμων ζῶντα, ἐν θεῶν θεραπείαις τιμήσωσιν ἀπελθόντα. Διὸ δὴ καὶ ἀποθανόντος ἀφανῆ τὸν τάφον ἐποίησεν.
Διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν. Ὁ Θεὸς τοὺς αὐτὸν προσκυνοῦντας οὐ συγχωρῶν δαίμοσι συνάπτεσθαι, ἀλλὰ τοὺς ἅπαξ αὐτὸν ἐγνωκότας ἐκτὸς εἶναι κελεύων τῆς πρὸς ἐκείνους διαθέσεως, καὶ παραζηλῶν ἐν τῇ ἀποστασίᾳ τῶν λαῶν, τὰς μελλούσας αὐτοῖς προλέγει τιμωρίας διὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν.
Ἐξ οἴκου δουλείας. Καὶ γὰρ ἀληθῶς τὰ σωματικὰ πράγματα καὶ ὑλικὰ, οἶκός ἐστι δουλείας, ὥσπερ ἐκ τῶν ἐναντίων οἶκός ἐστιν ἐλευθερίας.
Ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη. Καλῶς τοῖς ἀπὸ τῆς μερίδος εἴρηται· « Ὀλι γοστοί ἐστε παρὰ πάντα τὰ ἔθνη. » Συγγενῶς τε τὸ, « Ὀλίγοι οἱ σωζόμενοι, » καὶ τὸ, « Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης. »
Ὅτι οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾿ ἐπὶ πανεὶ ῥήματι, καὶ τὰ ἑξῆς. Πάλιν τε αὖ ὅτι τὸ μάννα λόγος ἦν, εἱ καὶ ἄρτος δηλοῦται ἐν τῇ Ἐξόδῳ. « Οὗτος γὰρ, φησὶν, ὁ ἅρτος ὅν ἔδωκε Κύριος ὑμῖν φαγεῖν. Τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος. » Διὰ τοῦτο δὲ τὸ μάννα « λεπτὸν ἦν ὡσεὶ κόριον λευκὸν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς· » ἐπειδήπερ ὁ λόγος οὗ σύμβολον ἦν τὸ μάννα ἐκεῖνο, λεπτόν ἐστι τῇ αὐτοῦ φύσει, καὶ διῆκον διὰ πάντων πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων, Ἔστι δὲ καὶ ἡ σοφία πνεῦμα νοε ρὸν, ἅγιον, μονογενὲς, πολυμερὲς, λεπτὸν, καὶ τὰ ἐξῆς. Ἦν δὲ καὶ ὡσεὶ κόριον πρὸς τὸ εἶναι λευκόν. Φασὶ δὲ τὴν τοῦ κορίου φύσιν ὅλην διʼ ὅλων λόγον ἔχειν σπέρματος, ὡς μηδὲ ἐν τῷ κατακόπτεσθαι τὸ τοῦ κορίου σπέρμα, ἐξαφανίζεσθαι αὐτοῦ τὴν δύναμιν, ὡς οὐκ ἔτι δυναμένην σπείρεσθαι. Τοιοῦτος δὲ διʼ ὅλου ὁ λόγος· καὶ πᾶν μόριον αὐτοῦ γεωργεῖσθαι [*](60 Hebr. xi, 39. 61 Deut. iv, 12. 62 ibid. 21. 63 ibid. 26. 64 Deut. vi, 13. 65 Deut. vii, 7. 66 Luc. xiii, 23. 67 ibid. 24. 68 Deut. viii, 3. 69 Exod. xvi, 15, 16. 16. 70 ibid. 14.)
Ὀ γὰρ Κύριος ὁ Θεός σου εἰσαγάγῃ σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν. Ἡμῖν ὁ Χριστὸς οὐ ταῦτα δώσειν ὑπέσχετο, ἀλλὰ οὐρανῶν βασιλείαν, καὶ γῆν ἀγαθὴν καὶ ἀΐδιὸν, ἧς χείμαῤῥος ὁ Χριστὸς, ποτίζων τοῖς τῆς σοφίας νάμασιν. Ἐκπορεύονται δὲ οἱ χείμαῤῥοι διὰ τῶν πεδίων καὶ ταπεινῶν καὶ γονίμων ἀνθρώπων, καὶ διὰ τῶν ὑψηλῶν ὀρέων, τῶν ἀνατεινομένων διὰ τὸ ὕψος τῆς θεωρίας εἰς οὐρανούς. Ἐκεῖ ὁ οῖτος ὁ στηρίζων καρδίαν ἀνθρώπου, καὶ κριθὴ τοὺς ὑποδεεστέρους τρέφουσα. Ἐκεῖ ἡ ἀληθινὴ ἄμπελος ὁ Χριστός. Ἐκεῖ τὸ ἔλαιον τὸ λιπαῖνον τῶν ὁσίων τὰς κεφαλάς. Ὁμοίως καὶ ῥοαὶ, τὸ γλυκὺ μὲν ἔνδοθεν φέρουσαι, τῆς πολιτείας δὲ τὸ αὐστηρὸν ἔξωθεν ἐνδυσάμεναι. Ἐκεῖ ἡ συκῆ, οὐχ ἡ ἄκαρπος καὶ φύλλοις κομῶσα, ἀλλʼ ἡ πλουτοῦσα τοῦ πνεύματος τὴν γλυκύτητα. Ἐκεῖ ὁ γλυκασμὸς τοῦ φάρυγγος τοῦ Σωτῆρος ὁ ἐπιθυμητὸς, καὶ τὰ χείλη τῆς ἐν τῷ ᾄσματι νύμφης κηρίον ἀποστάζοντα, καὶ οἱ λίθοι οἱ ἅγιοι, οἱ ἐπὶ τῆς γῆς κυλισθέντες πρὸς πειρασμοὺς ἀνένδοτοι, καὶ φύσιν σιδήρου ἀπομιμούμενοι. Ἐκεῖ τὰ μέταλλα τοῦ χαλκοῦ, ἐξ οὗ τὴν νοητὴν πανοπλίαν κατεσκεύασαν. Καὶ τὸ τούτων κεφάλαιον ἀπαύστως εὐλογεῖν τὸν Θεόν.
Τοῦ αὐτοῦ. Οὐκ ἕστι, φησὶ, πηλῷ καὶ πλινθείᾳ μοχθεῖν, καὶ ταλαιπωρεῖν, ἀλλὰ λίθους ἔχειν καὶ τούτους ἰταμωτάτους, καὶ μὴ ῥᾳδίως διαλυομένους, ὡς καὶ οἰκοδομίαις ἐξαρκεῖν καὶ ἐπὶ πολὺ διαμένειν. Ταῦτα δὲ λέγει τὴν διάνοιαν αὐτῶν ἀποστῆναι τῆς Αἰγύπτου βουλόμενος. Διὰ γὰρ τοῦ εἰπεῖν, « ἀγαθὴν, τὸ γόνιμον ἔδειξε· διὰ δὲ τοῦ, « πολλὴν, τὸ μέγεθος καὶ τὸ πλάτος. « Οὗ χείμαῤῥοι ὑδάτων (τοῦτο οὐκ ἐν Αἰγύπτῳ), καὶ πηγαὶ ἀβύσσων· ὅπερ ἐξαίρετον τῇ γῇ τῆς ἐπαγγελίας. Προσέθηκε δὲ καὶ διὰ τῶν ὀρέων· » ὅπερ τῇ Αἰγύπτῳ οὐ πρόσεστιν, ἀλλʼ οὐδὲ ἀμπέλοις κομᾷ, οὐδὲ ἀφθονίαν ἔχει ἐλαίου· ἡ δὲ τῆς ἐπαγγελίας γῆ πάντα πλουσίως.
Πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου. Μετὰ τὴν τῶν ἀγαθῶν ἐπαγγελίαν εἰς νῆψιν αὐτοὺς διανίστησιν, τοῦ εὐεργέτου μεμνῆσθαι, καὶ μὴ ἐξυβρίζειν τῷ κόρῳ, μηδὲ περιφρονεῖν τοῦ ταῦτα δωρησαμένου, καὶ ὅτι ἐκ τῆς ἐν Αἰγύπτῳ δουλείας εἰς ἐλευθερίαν αὐτοὺς μετεκόμισεν.
Οὐ ποιήσεις οὕτως Κυρίῳ τῷ Θεῷ σου. Αἰτιᾶτει τὸ θύειν τὰ ἑαυτῶν τέκνα τοὺς ἀνθρώπους τοῖς θαοῖς τῶν ἐθνῶν, ὡς ὠμὸν καὶ ἀπάνθρωπον· ὡς βδελυκτόν. Καὶ τοὺς λέγοντας θύσαι θεοῖς τῶν ἐθνῶν οὐ μόνον ἀποστρέφεσθαι δεῖ, ἀλλὰ καὶ τὴν ἀκοὴν τοῖς λόγ οις αὐτῶν μὴ ὑπέχειν.
[*](71 Deut. viii, 7. 72 Deut. iii, 11, 73 Deut. xii, 4.)Οὐ προσθήσεις ἐπʼ αὐτὸ, οὐδὲ ἀφελεῖς ἀπ᾿ αὐτοῦ. Οἱ ἄνθρωποι ἁμαρτάνοντες γενικῷ λόγῳ διχῶς ἁμαρτάνουσιν, ἢ ὑπερβαίνοντες τὰς ἐντολὰς ἢ ὑποκενοῦντες. Ὅταν γὰρ μὴ ἀπὸ ἐπιστήμης πολιτευόμεθα, μηδὲ γινώσκοντες τὰ μέτρα τῆς δικαιοσύνης σφαλλόμεθα, καὶ ἔσθʼ ὅτε ὑπερβαίνοντες τὸν κανόνα, φαντασίᾳ τοῦ ποιεῖν τι κρεῖττον, ἐκπίπτομεν τοῦ προκειμένου.
Τοῦ αὐτοῦ. Οἱ οὗν μὴ ποιοῦντες πάντα, ἢ οἱ πλεῖόν τι ποιοῦντες, παράνομοι.
Πᾶν κτῆνος διχηλοῦν ὁπλὴν, καὶ ἀνάγον μηρυκισμόν. Τὸ μὲν διχηλεῖν ἐπὶ τῆς ὁπλῆς, τὴν πορείαν καθʼ ἣν πρὸς πᾶν ὁτιοῦν ἐρχόμεθα τῶν ἀγαθῶν σπουδασμάτων ἐμφάνειεν· ὁδὲ μηρυκισμὸς, τὸ ἄνω τε καὶ κάτω ποιεῖν τῆς θεοπνεύστου Γραφῆς τοὺς λόγους, καὶ οἷον ἀναμασᾶσθαι καὶ καταλεπτύνειν ἐρεύναις τὰ κεκρυμμένα τῶν θεωρημάτων.
Πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες, φάγεσθε. Τῶν πτηνῶν οἶμαι ὅσα μὲν σκόλοπας ἔχει κατωτέρω τῶν γονάτων ὑπὲρ τὰς βάσεις καθαρὰ εἶναι βούλεται· ὅσα δὲ μὴ, ἀκάθαρτα. Ἑορτὴν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας.
Εὑρίσκομεν ἐν ταῖς Γραφαῖς τὸ ὄνομα τῆς ἑορτῆς καὶ τῆς πανηγύρεως, ὥσπερ παρὰ τῷ προφήτῃ λέγοντι· « Τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως καὶ ἐν ἡμέρᾳ ἑορτῆς Κυρίου; » Ζητητέον τὴν διαφορὰν ἑορτῆς καὶ πανηγύρεως. Πᾶσα μὲν οὖν, ἵνʼ οὕτως εἴπω, ἱλαρὰ ἡμέρα, ἐν ᾗ προστέτακται ὡς ἐν ἁγίᾳ τάδε τινὰ παρὰ τὰς λοιπὰς ποιεῖν ἐξαίρετα, ἑορτὴ καλεῖται· οὐ πᾶσα δέ ἐστι πανήγυρις, ἀλλὰ κατὰ τὸ ὄνομα, ὅτε ἐπὶ τὸ αὐτὸ συναθροίζονται οἱ πανταχόθεν Ἑβραῖοι. ὥστε κατὰ τοῦτο τὴν μὲν πανήγυριν εἶναι ἑορτὴν, οὐκέτι δὲ πάντως τὴν ἑορτὴν πανήγυριν· οἷον σάββατα καὶ νεομηνίαι, ἑορταί εἰσιν· ἄζυμα δὲ καὶ αἱ ἡμέραι τῶν ἑβδομάδων καὶ σκηνοπηγίαι οὐ μόνον αἱ ἑορταὶ, ἀλλὰ καὶ πανηγύρεις, ὅτε προστέτακται πᾶν ἀρσενικὸν φαίνεσθαι ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου εἰς τὸν τόπον ὅν ἂν ἐκλέξηται.
Οὐ μετακινήσεις ὅρια τοῦ πλησίον σου. Πλησίον πολλαχοῦ πᾶς ἄνθρωπος εἴρηται.