Selecta in Deuteronomium
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ὀ γὰρ Κύριος ὁ Θεός σου εἰσαγάγῃ σε εἰς γῆν ἀγαθὴν καὶ πολλήν. Ἡμῖν ὁ Χριστὸς οὐ ταῦτα δώσειν ὑπέσχετο, ἀλλὰ οὐρανῶν βασιλείαν, καὶ γῆν ἀγαθὴν καὶ ἀΐδιὸν, ἧς χείμαῤῥος ὁ Χριστὸς, ποτίζων τοῖς τῆς σοφίας νάμασιν. Ἐκπορεύονται δὲ οἱ χείμαῤῥοι διὰ τῶν πεδίων καὶ ταπεινῶν καὶ γονίμων ἀνθρώπων, καὶ διὰ τῶν ὑψηλῶν ὀρέων, τῶν ἀνατεινομένων διὰ τὸ ὕψος τῆς θεωρίας εἰς οὐρανούς. Ἐκεῖ ὁ οῖτος ὁ στηρίζων καρδίαν ἀνθρώπου, καὶ κριθὴ τοὺς ὑποδεεστέρους τρέφουσα. Ἐκεῖ ἡ ἀληθινὴ ἄμπελος ὁ Χριστός. Ἐκεῖ τὸ ἔλαιον τὸ λιπαῖνον τῶν ὁσίων τὰς κεφαλάς. Ὁμοίως καὶ ῥοαὶ, τὸ γλυκὺ μὲν ἔνδοθεν φέρουσαι, τῆς πολιτείας δὲ τὸ αὐστηρὸν ἔξωθεν ἐνδυσάμεναι. Ἐκεῖ ἡ συκῆ, οὐχ ἡ ἄκαρπος καὶ φύλλοις κομῶσα, ἀλλʼ ἡ πλουτοῦσα τοῦ πνεύματος τὴν γλυκύτητα. Ἐκεῖ ὁ γλυκασμὸς τοῦ φάρυγγος τοῦ Σωτῆρος ὁ ἐπιθυμητὸς, καὶ τὰ χείλη τῆς ἐν τῷ ᾄσματι νύμφης κηρίον ἀποστάζοντα, καὶ οἱ λίθοι οἱ ἅγιοι, οἱ ἐπὶ τῆς γῆς κυλισθέντες πρὸς πειρασμοὺς ἀνένδοτοι, καὶ φύσιν σιδήρου ἀπομιμούμενοι. Ἐκεῖ τὰ μέταλλα τοῦ χαλκοῦ, ἐξ οὗ τὴν νοητὴν πανοπλίαν κατεσκεύασαν. Καὶ τὸ τούτων κεφάλαιον ἀπαύστως εὐλογεῖν τὸν Θεόν.