Selecta in Deuteronomium

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὅτι οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾿ ἐπὶ πανεὶ ῥήματι, καὶ τὰ ἑξῆς. Πάλιν τε αὖ ὅτι τὸ μάννα λόγος ἦν, εἱ καὶ ἄρτος δηλοῦται ἐν τῇ Ἐξόδῳ. « Οὗτος γὰρ, φησὶν, ὁ ἅρτος ὅν ἔδωκε Κύριος ὑμῖν φαγεῖν. Τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος. » Διὰ τοῦτο δὲ τὸ μάννα « λεπτὸν ἦν ὡσεὶ κόριον λευκὸν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς· » ἐπειδήπερ ὁ λόγος οὗ σύμβολον ἦν τὸ μάννα ἐκεῖνο, λεπτόν ἐστι τῇ αὐτοῦ φύσει, καὶ διῆκον διὰ πάντων πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων, Ἔστι δὲ καὶ ἡ σοφία πνεῦμα νοε ρὸν, ἅγιον, μονογενὲς, πολυμερὲς, λεπτὸν, καὶ τὰ ἐξῆς. Ἦν δὲ καὶ ὡσεὶ κόριον πρὸς τὸ εἶναι λευκόν. Φασὶ δὲ τὴν τοῦ κορίου φύσιν ὅλην διʼ ὅλων λόγον ἔχειν σπέρματος, ὡς μηδὲ ἐν τῷ κατακόπτεσθαι τὸ τοῦ κορίου σπέρμα, ἐξαφανίζεσθαι αὐτοῦ τὴν δύναμιν, ὡς οὐκ ἔτι δυναμένην σπείρεσθαι. Τοιοῦτος δὲ διʼ ὅλου ὁ λόγος· καὶ πᾶν μόριον αὐτοῦ γεωργεῖσθαι [*](60 Hebr. xi, 39. 61 Deut. iv, 12. 62 ibid. 21. 63 ibid. 26. 64 Deut. vi, 13. 65 Deut. vii, 7. 66 Luc. xiii, 23. 67 ibid. 24. 68 Deut. viii, 3. 69 Exod. xvi, 15, 16. 16. 70 ibid. 14.)

809
τέφυκεν ἐν καλῇ καὶ ἀγαθῇ, τουτέστι ψυχῆς. Ἔστι δὲ τὸ μάννα λευκόν. Φῶς γὰρ ὁ λόγος καὶ λαμπρὸν, καὶ κατὰ τοῦτο λευκὸν, τῷ αὐτὸν συνιέντι καὶ τρεφομένῳ ὑπʼ αὐτοῦ, Ἔστι δὲ καὶ ὡσεὶ πάγος· συνεστραμμένος γὰρ, καὶ οὐδαμοῦ πλαδῶν, οὐδὲ διεῤῥυηκὼς, ἀλλὰ πάγιος, ἃ δὴ οὐρανοῦ λόγος, καὶ ἀπαγγέλλων ἡμῖν τὰ οὐράνια.