Selecta in Exodum

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

« Προσάξει αὐτὸν ὁ κύριος αὐτοῦ πρὸς τὸ κριτήριον τοῦ Θεοῦ. » Ἀκύλας καὶ Σύμμαχος εἶπον, « πρὸς τοὺς θεούς. » Θεοὺς δὲ τοὺς κριτὰς ὀνομάζουσι, καὶ θεοῦ κριτήριον, τὴν τούτων ψῆφον.

« Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι. Τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξασθε. Ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα, καθάπερ ἐνετειλάμην σοι, κατὰ τὸν καιρὸν τοῦ μηνὸς τῶν νέων. Ἐν γὰρ αὐτῷ ἐξῆλθες ἐξ Αἰγύπτου. Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενὸς, καὶ ἑορτὴν τοῦ θερισμοῦ πρωτογεννημάτων ποιήσεις τῶν ἔργων σου. » Αἱ ἑορταὶ τοίνυν τοῦ Θεοῦ, οἷς ἐστι πνεῦμα, πνευματικαί εἰσι· καὶ οὐδεὶς χοϊκὸς ἑορτάζει τὰς ἑορτὰς πνευματικῶς. « Τίς γὰρ συμφωνία δικαιοσύνης καὶ ἀνομίας; ἵνα μὴ τὰ ἐξῆς λέγω. Οὐ δύναται χοῖκὸς ἑορτάσαι ἑορτὰς πνευματικὰς, ὥσπερ οὐδὲ πνευματικὸς ἑορτὴν χοϊκήν. Καὶ μετʼ ὀλίγα. Τί ἐστιν ὁ μὴν τῶν νέων; τοὺς αἰσθητοὺς φήσεις καρπούς· οὕπω ἐνέστηκεν ὁ μὴν τῶν νέων, τοῦ ἐνιαυτοῦ φέρε εἰπεῖν ὀψιμωτέρου ὄντος. Τὸ δὲ, ἐὰν γένηταί ποτε ἐνιαυτὸς, ὥστε μηδὲ φέρειν τὴν γῆν τοὺς καρποὺς, ἆρα δυνάμεθα ἑορτάζειν ἐν τῷ μηνὶ τῶν νέων, ὡς κεκέλευκεν ὁ Θεὸς ἑορτάζειν τοὺς ἑορτάζοντας; Οὐκοῦν δεῖ κατʼ ἐνιαυτὸν τὴν ἑορτὴν ἑορτάζειν. Ἐπαπορῶ δὲ πάλιν καὶ περὶ τοῦ δευτέρου νόμου, τοῦ κατὰ τὴν ἑορτὴν τὴν δευτέραν. Φησὶ γὰρ « ἑορτὴν τοῦ θερισμοῦ τῶν πρωτογενημάτων.» Ἐάν τις σπείρῃ, καὶ μὴ γένωνται οἱ καρποὶ πρῶτοι, ἀλλὰ τελευταῖοι, [*](32 Psal. VI,2. 33 Exod.XXI.1. 34 Exod.XX,3. 35 Exod. XIX, 10. 36 Deyk.XXX,19. 37 Exod.XXI, 2. 38 ibid., 6. 39 Exod.XXIII,14,15,16. 40 II Cor. VI,14.)

296
οὗτος οὐκ ἄν δύναιτο ἑορτάσαι τὴν ἀρχὴν τοῦ θερισμοῦ τῶν πρωτογενημάτων. Δεῖ γὰρ ἔχειν σε γεννήματα, ἵνα δυνηθῇς ἑορτάζειν. Τί δὲ, ἅν χώραν μὴ ἔχω, πῶς ἂν δυναίμην τὴν ἑορτὴν ταύτην ἑορτάζειν, τῆς λέξεως λεγούσης, « Καὶ ἑορτὴν θερισμοῦ τῶν πρωτογεννημάτων ποιήσεις τῶν ἔργων σου, ὦν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου; » οὐκ ἔσπειρα, οἰκοδόμος εἰμί· οὐκ ἔσπειρα, ὑφάντης εἰμί· ἀγρὀν οὐκ ἔχω, πῶς δύναμαι τὴν δευτέραν ἑορτάζειν ἑορτήν; Καὶ δὴ καὶ περὶ τὴν τρίτην, « Καὶ ἑορτὴν συντελείας ἐπʼ ἐξόδῳ τοῦ ἐνιαυτοῦ. »